Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.72.1
Not analysed yet
οἷς φράζεται θαλάσσης ἀγριότης καὶ νηὸς κίνδυνος καὶ ἀνδρῶν ἀπώλεια. (Vers. 311.) καὶ σωθῆναι δὲ λέγει ὁμοίως, ἱστὸν ἀμαιμάκετον νηὸς ἐν χείρεσσι λαβὼν, ᾧ περιπλεχθεὶς ἐφέρετο, πλάσας καὶ τὰ τοιαῦτα ἐξ ὧν ἔπαθε καὶ διδασκάλῳ ψεύδους ἐν τούτοις τῇ προτέρᾳ τύχῃ χρησάμενος καὶ ἀκόλουθα τοῖς πρώτοις πλάσας τὰ δεύτερα. Ἔστι δὲ ἱστὸς ἀμαιμάκετος ὁ πάνυ μέγας καὶ, ὡς εἰπεῖν, ἀμάκετος, ἤτοι ἄγαν μακρὸς, τῆς μαι συλλαβῆς ἐξ ἀναδιπλασιασμοῦ μὲν οὔσης, ἐκταθείσης δὲ κατὰ τὴν τοῦ διχρόνου ἐπένθεσιν. ἡ μέντοι ἀμαιμάκετος χίμαιρα, οἷα ζῷον οὖσα, εἰκότως καὶ παρὰ τὸ ἄγαν μαιμᾶν εἰρῆσθαι λέγεται. Τὸ δέ γε ἱστὸν νηὸς, πρὸς διαστολὴν εἰρῆσθαι δοκεῖ τοῦ ὑφαντικοῦ ἱστοῦ χάριν σαφηνείας. ὡς τά γε μὴ οὕτως ἑρμηνεύειν δώσοι ἄν ποτε λαβὰς λόγων τοῖς σκώπτουσιν. ἐπεί τοι ἐκ τοιούτου τρόπου λόγος ἀστεῖος ἐξέπεσε παρὰ τοῖς παλαιοῖς διὰ τὸ ἐξ ὁμωνυμίας τῆς λέξεως ταύτης ἀσαφές. λέγεται γὰρ ἐν Κορίνθῳ ἑταίρας τινὸς ἐπαινουμένης ὡς ἐργατικῆς εἰπεῖν τὸν ἀκούοντα ὅτι καὶ πῶς οὐκ ἂν εἴη ἐργατικὴ, ἥτις ἐν μιᾷ ἡμέρᾳ δύο ἱστοὺς καθεῖλε; καὶ δοκεῖ μὲν ὁ λόγος δηλοῦν δύο ἱστάρια. τὸ δ' ἦν ἄλλως, ὅτι ταχὺ δύο ναυκλήρους ἀπήγαγεν ἐκείνη τοῦ εὐπορεῖν, φοιτῶντας ἐπ' αὐτήν. (Vers. 316.) Ἔτι ὁ ὑποβολιμαῖος οὗτος Κρητικὸς καὶ Φείδωνά τινα ἱστορεῖ Θεσπρωτῶν βασιλέα, ὃς αὐτὸν δῆθεν περιεσώσατο αἴθρῳ καὶ καμάτῳ δεδμημένον, παρελκύσας ταῦτα ἐκ τῶν κατὰ τὴν Φαιακίαν. ἔνθα καὶ τὴν ἑῴαν στίβην ἐδεδίει καὶ τὸ ἐκεῖθεν ψύχος, ὃ ἐνταῦθα διὰ τοῦ αἴθρου ὑποδηλοῖ. εἰ δὲ φιλόξενοι καὶ μεγαλόδωροι ἐκεῖσε οἱ Φαίακες, ἀλλ' ἐνταῦθα ὁ Θεσπρωτῶν βασιλεὺς Φείδων ἀστείως λέγεται οἷα ὀλίγα τινὰ δοὺς τούτῳ, χλαῖναν δηλαδὴ καὶ χιτῶνα. (Vers. 318.) χώρα δὲ καὶ πόλις ἡ Θεσπρωτία περὶ τὰ ἔσχατα Θετταλίας. ἀρσενικοῦ δὲ γένους ὁ ῥηθεὶς αἶθρος. ὡς γὰρ πύλη πύλος, οἷον, πύλῳ ἐν νεκύεσσι, καὶ ὠνὴ ὦνος, ὡς τὸ, ἄσπετον ὦνον ἕλοιτο, καὶ χολὴ χόλος, οὕτω καὶ αἴθρη αἶθρος. ἐξ οὗ αἰθρηγενέτης. (Vers. 315.) κεῖται δ' ἐνταῦθα καὶ κῦμα κυλίνδον ἐπ' αὐτοῦ τοῦ κύματος. ὡς γὰρ ἄνεμος λέγεται κῦμα κυλίνδειν, οὕτω καὶ κῦμα κυλίνδον ἐστὶ τὸ κυμαινόμενον. (Vers. 317.) Ἔστι δ' ἐν τούτοις καὶ τὸ ἀπριάτην ὡς ἐπίῤῥημα, δηλοῦν τὸ δίχα τοῦ πρίασθαι, ἵνα ᾖ ἀντὶ τοῦ προῖκα, κατὰ ἀναλογίαν τοῦ ἄντην καὶ μάτην. ἴσως δὲ καὶ ὡς ὄνομα. φησὶ γάρ· ἔνθα με κομίσατο ἀπριάτην. ἐν δέ γε τῇ Ἰλιάδι ληφθεῖσα καὶ ὡς ὄνομα ἡ τοιαύτη λέξις θηλυκοῦ γένους ἦν. (Vers. 321.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ πυθόμην μετὰ γενικῆς, οἷον· ἔνθ' Ὀδυσσῆος ἐγὼ πυθόμην, ὁμοίως τῷ, πυνθανόμην Ἰθάκης. (Vers. 327.) ποιεῖται δὲ μνήμην καὶ Δωδώνης πόλεως Θεσπρωτικῆς ποτὲ, εἰ καὶ ὕστερον ὑπὸ Μολοττοῖς, φασὶν, ἐγένετο. καὶ τὴν ἐκεῖσε μαντικὴν δρῦν ἐκλαλεῖ, εἰπών· τὸν δ' ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ, περὶ ἧς καὶ ἐν τοῖς ἑξῆς κεῖται. Ἱερὰ δὲ κατὰ τὸν γεωγράφον δρῦς τιμᾶται ἐν Δωδώνῃ, ἀρχαιότατον ὑποληφθεῖσα φυτὸν καὶ πρῶτον τροφὴν ἀνθρώποις παρασχόν. ὁ δ' αὐτὸς καὶ εἰς τὰς ἐκεῖ λεγομένας μαντικὰς πελείας φησὶν ὅτι αἱ πέλειαι εἰς οἰωνοσκοπίαν ὑπονοοῦνται, καθὰ καὶ κορακομάντεις ἦσαν τινές. οἱ δὲ τὸ παλαιὸν μὲν ἄνδρας προφητεύειν φασὶν, ὕστερον δὲ τρεῖς ἀποδειχθῆναι γραίας προφήτιδας, ἃς πελείας καλεῖσθαι, γλώσσῃ Μολοττῶν, ὡς τοὺς γέροντας πελείους. καὶ πᾶσι μὲν ἐκεῖ γυναῖκας χρηματίζειν, ὅ ἐστι χρᾶσθαι καὶ μαντεύεσθαι. μόνοις δὲ Βοιωτοῖς ἄνδρας καὶ τὴν αἰτίαν ὁ γεωγράφος ἐκτίθεται, λέγων καὶ Τόμουρον ἢ Τμάρον ὄρος Θεσπρωτικὸν, ἐν ᾧ τὸ Δωδωναῖον ἱερόν. διὸ καὶ ἐν τῷ, εἰ μὲν αἰνήσουσι Διὸς μεγάλοιο θέμιστες, ὅ περ ἐν τοῖς μετὰ ταῦτα γράφει ὁ ποιητὴς, ἕτεροι γράφουσιν, εἰ μὲν αἰνήσουσι Διὸς μεγάλοιο τόμουραι, λέγοντες, μὴ εὖ ἐνταῦθα κεῖσθαι τὸ θέμιστες, ἀλλὰ δεῖν μᾶλλον εἰπεῖν μαντεῖαι, ὃ δηλοῦσιν αἱ τόμουραι. οἷς φαίνεται σύστοιχος εἶναι καὶ ὁ παρὰ τῷ Λυκόφρονι τόμουρος. Ἡρόδοτος δὲ ἀρχαιότατον εἰπὼν τῶν ἐν Ἕλλησι χρηστηρίων τὸ ἐν Δωδώνῃ μαντεῖον φησὶ καὶ ὅτι λέγεται ὡς δύο μέλαιναι πελειάδες ἐκ Θηβῶν τῶν Αἰγυπτίων ἀναπτάμεναι ἡ μὲν ἐς Λιβύην ἀφίκετο, ἡ δὲ εἰς Δωδώνην, ἔνθα καθεσθεῖσα ἐπὶ φηγὸν ἐλάλησε φωνῇ ἀνθρωπίνῃ, χρῆναι μαντεῖον ἐκεῖ Διὸς γενέσθαι, καὶ ἐγένετο. ἡ δὲ ἑτέρα πέλεια χρηστήριον Ἄμμωνος ἐκέλευσε ποιεῖν τοὺς Λίβυας, καὶ ἐποίησαν. δοκοῦσι δέ μοί, φησιν, αἱ πελειάδες αὗται βάρβαροι γυναῖκες εἶναι, διὸ καὶ ἐδόκουν ὁμοίως ὄρνισι φθέγγεσθαι. μετὰ δὲ χρόνον συνετᾷ ἐλάλουν βαρβαρίζουσαι. τὸ δὲ μέλαν τῆς πελειάδος σημαίνει ὅτι Αἰγυπτία ἡ γυνὴ ἦν. ἱέρειαι δέ, φησι, τῶν Δωδωναίων, πρεσβυτάτη μὲν Προμένεια, ἡ δὲ μετ' αὐτὴν Τιμαρέτη, ἡ δὲ νεωτάτη Νικάνδρη. περὶ δὲ Δωδώνης δηλοῦται καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. δῆλον δὲ, ὡς ἐκ ταύτης καὶ τὸ παροι-