Ancient Greek
Section 1
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1
Not analysed yet
Ὅτι τὸ τοῦ περιηγητοῦ ἐνταῦθα προοίμιον ἐκ Πινδαρικῆς ᾠδῆς παρέξεσται. Πίνδαρος μὲν γὰρ ἐν τῷ ἐπαινεῖν ἀεθλοφόρον τινὰ Κορίνθιον προοιμιάζεται, ὅτι «Ὀλυμπιονίκην ἐπαινῶν οἶκον γνώσομαι ὀλβίαν «Κόρινθον·» ὑφ' ἧς δηλαδὴ ὁ οἶκος περιέχεται, ὡς μέρος αὐτῆς. Ὁ Διονύσιος δὲ μιμησάμενος ἐκεῖνον ἐνταῦθά φησιν· «Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν, καὶ ποταμοὺς πόλιας τε καὶ ἀνδρῶν ἄκριτα φῦλα, μνήσομαι ὠκεανοῖο βαθυρρόου», τοῦ τὴν γῆν δηλονότι καὶ τὰ ἐν αὐτῇ περιειληφότος, καὶ ἐν ᾧ πᾶσά ἐστιν ἡ γῆ. Ὁμοίως οὖν ἄμφω ἐσχημάτισται τὰ προοίμια. Τὸ δὲ ἐν τῷ ὠκεανῷ τὴν χθόνα πᾶσαν εἶναι παρακατιὼν ἄλλως φράζει λέγων· «Πάντη «δ' ἀκαμάτου φέρεται σθένος ὠκεανοῖο», καί· «ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν.» Τοῦτο δὲ σύμφωνόν ἐστι τῷ Ὁμηρικῷ «τῷ ἀψορρόου ὠκεανοῖο.» Πάντως γὰρ ὠκεανὸς ἀψόρροος ὁ εἰς ἑαυτὸν ὀρούων, ἤγουν ἐπανιὼν καὶ εἰς κύκλου σχῆμα περιαγόμενος, καὶ οὕτως ἐναποκλείων ἑαυτῷ τὴν γῆν· καθὰ καὶ Ὀρφεὺς ἐν τῷ περὶ Διὸς καὶ Ἥρας φησὶ λέγων, κύκλον δ' ἀκαμάτου καλλιρρόου ὠκεανοῖο, ὃς γαῖαν δίνῃσι πέριξ ἔχει ἀμφιελίξας· ὡς τοῦ ὠκεανοῦ περιειληφότος τὴν γῆν, καθὰ καὶ Ἐρατοσθένης δοξάζει, οὗ ζηλωτής ἐστιν ἐν πολλοῖς ὁ τὸ οἰκουμενικὸν τουτὶ συνταγμάτιον ποιησάμενος. Διὸ καὶ ἐστεφανῶσθαι τὴν γῆν φησιν, ἤτοι κύκλῳ περιειλῆφθαι τῷ ὠκεανῷ, ἅτε νῆσον. Ἐπεὶ δὲ τὸ ἐστεφανῶσθαι ὑπεμφαίνει τὸ κατὰ κύκλου περιαγωγὴν ἀκριβῆ καὶ περιφέρειαν ἰσοδιάστατον τὴν γῆν ὑπὸ τοῦ ὠκεανοῦ περιέχεσθαι (ὅπερ οὐκ ἀληθές ἐστι, καθὰ καὶ Ἡροδότῳ δοκεῖ, λέγοντι μὴ ἀποδέχεσθαι τοὺς λέγοντας κυκλοτερέα τὴν γῆν ὡς ἀπὸ τόρνου), ἐπάγει πρὸς διόρθωσιν τὸ «οὐ μὴν πᾶσα διαπρό» (ἤτοι διόλου) «περίδρομος», ἀλλὰ δηλαδὴ προμήκης, ὡς ῥηθήσεται, δίκην σφενδόνης. Τοιαύτη γὰρ τὸ σχῆμα ἡ οἰκουμένη γῆ, καθὰ καὶ Ποσειδωνίῳ δοκεῖ. Διὸ καὶ εἰς δύο κώνους τέμνεται ἡ οἰκουμένη, ὡς ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ ὁ Διονύσιος· ὧν εἷς μὲν ὁ ἀποτελῶν τὴν Ἀσίαν, εἷς δὲ ὁ ἐκ τῆς Εὐρώπης καὶ τῆς Λιβύης ἀπαρτιζόμενος. Τῆς δὲ τοιαύτης οἰκουμενικῆς σφενδόνης τὰ ὀξύτερα μὲν πρός τε τῇ ἀνατολῇ εἰσι καὶ πρὸς τῇ δύσει, ἃ δὴ κελεύθους ἠελίου καλεῖ, τὰ εὐρύτερα δὲ πρός τε τῷ ἀρκτώῳ κεῖται μέρει καὶ τῷ νοτίῳ· ὥστε τῶν δύο κώνων ὁμοῦ κατὰ τὰς βάσεις ὄντων, τὸ μὲν κατὰ τὰς κορυφὰς ὀξὺ πρὸς ἕω κεῖσθαι καὶ δυσμὰς, τὸ δὲ κατὰ τὰς βάσεις εὐρὺ πρὸς νότον καὶ βορρᾶν.