Ancient Greek
Section 4
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 4
Not analysed yet
Ὅρα δὲ ὅτι νῆσον εἰπὼν τὴν ἀπείρονα γῆν εὐτελῶς καὶ σμικροπρεπέστερον ἀνέστησεν ἄλλως τὸ τῆς κλήσεως ταπεινὸν διὰ προσθήκης ἐπιθέτου σεμνοῦ καὶ ἐπῆρεν εἰς ὕψος τὸ πρᾶγμα, οὐκ ἁπλῶς νῆσον αὐτὴν εἰπὼν, ἀλλὰ προσονομάσας ἀπείριτον, ὅπερ ταὐτόν ἐστι τῷ ἀπείρονα, καὶ οὕτως ἀντιδιαστείλας αὐτὴν πρὸς τὰς ἄλλας νήσους, αἵτινες διὰ τὸ μὴ ἄπειρον εὐδείελοι λέγονται, τουτέστιν εὔδηλοι, εὐπεριόριστοι. Φησὶ γὰρ ὅτι ἐν ἐκείνῳ πᾶσα χθὼν ἅτε νῆσος ἀπείριτος ἐστεφάνωται. Δεῖ δὲ εἰδέναι ὅτι κἂν εὐρύτερα τὰ τῆς οἰκουμένης βόρεια καὶ τὰ νότια, καθάπερ εἴρηται, ἀλλ' οἱ παλαιοὶ πινακογράφοι τῆς Εὐρώπης μὲν τὴν καταγραφὴν εὐρύνειν λέγονται πλέον πρὸς βορρᾶν, ὡς ἂν ἔχοιεν ἐγγράφειν εὐκρινῶς τὰ ἐν αὐτῇ πολλὰ ἔθνη, τὴν δὲ Λιβύην ἀπεστένουν, ὡς ὑπερβάλλουσαν τῷ μεγέθει τὰ ἐντὸς αὐτῆς ἔθνη, διὰ τὸ πολὺ τῆς ἐκεῖ ἀοικήτου, ἵνα μὴ ἐγκέηται, φασὶ, τῷ πίνακι χωρίον διάκενον.