Ancient Greek
Section 1010
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1010
Not analysed yet
Ὅτι Βαβυλὼν ἡ Περσικὴ πολλοὺς ἀκροκόμους ἐπηρεφέας φέρει φοίνικας· ἰδιότης δέ ἐστι τοῦτο τοῦ φυτοῦ. Καὶ λέγονται ἐπηρεφεῖς μὲν, οἷα ἐπικλίνοντες τοὺς κλάδους εἰς ὄροφον, ἀκρόκομοι δὲ ὡς οὐ κάτωθεν ἀλλ' ἐν ἄκρῳ ἄνω κομῶντες· τοιοῦτον γὰρ τὸ δένδρον. Καὶ ὅρα ὅτι τῶν Καρῶν ἀκροκόμων λεχθέντων παρὰ τῷ Ποιητῇ, οὗτος ἐπὶ φοίνικος τοῦ φυτοῦ τὴν λέξιν ἔθετο, παραξέσας αὐτὴν κατὰ λόγον δριμύτητος. Φέρει δὲ, φησὶν, ἡ Βαβυλὼν καὶ χρυσοῦ τι χαριέστερον ἄλλο. Ποῖον ἐκεῖνο; ὑγρᾶς βηρύλλου γλαυκὴν λίθον, φυομένην ἐκεῖ ἐν προβολαῖς ὀφιήτιδος ἔνδοθι πέτρης. Τόπος γάρ τις ἐκεῖ ὀφίτην ἐκβάλλων μάρμαρον λίθον, ᾧ ἡ βήρυλλος ἐνθαλαμεύεται. Τὸ δὲ ὀφιήτης πλεονασμὸν ἔχει τοῦ η, καὶ ἔστιν ὅμοιον τῷ πολιήτης.