Ancient Greek
Section 1005
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1005
Not analysed yet
Ὅτι πρὸς νότον τῆς Μεσοποταμίας ἡ Περσικὴ μητρόπολις Βαβυλὼν, ἱερὰ πόλις, τεῖχος περιβεβλημένη χαλκοῦν κατά τινας, καὶ ποταμῷ περιρρεομένη. Ταύτην, φησὶ, πᾶσαν τείχεσιν ἀρραγέεσσι Σεμίραμις ἐστεφάνωσεν, ὅπουγέ τινες, ὡς εἴρηται, καὶ χαλκοῦν αὐτῇ τεῖχος ἱστόρησαν, καὶ ἄλλα πολλὰ θαυμάσια δίχα τῶν ἀνωτέρω ἐκτεθειμένων περὶ αὐτῆς ἐξέθεντο. Καὶ ἐπὶ τῇ ἀκροπόλει δὲ, φησὶ, βωμὸν τῷ Βήλῳ ἡ Σεμίραμις ἵδρυσε, χρυσῷ καὶ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα. Βῆλος δὲ ἦν βασιλεὺς Βαβυλῶνος, υἱὸς Διὸς, ἀφ' οὑ καὶ πύλαι Βαβυλῶνος Βηλίδες, ἢ καὶ ὁ Ζεὺς αὐτὸς κατά τινας. Διὸ καὶ Ἡρόδοτος ἱερὸν εἶναι αὐτόθι λέγει Βήλου Διός. Ὁ αὐτὸς δὲ τῇ Βαβυλωνίᾳ χώρᾳ τοσαύτην προσμαρτυρεῖ δύναμιν, ὥστε αὐτὴ μὲν, φησὶ, τέσσαρας μῆνας τοῦ ἐνιαυτοῦ τρέφει τὸν μέγαν βασιλέα, ἡ δὲ λοιπὴ πᾶσα Ἀσία τοὺς λοιποὺς ὀκτὼ μῆνας. Θεόκριτος δὲ ἀσφάλτῳ δείμασθαι τὴν Σεμίραμιν τὸ τῆς Βαβυλῶνος τεῖχός φησιν. Ἕτεροι δὲ Σελεύκειάν ποτε καλεῖσθαι τὴν τοιαύτην Βαβυλῶνά φασι, καὶ κτίσμα εἶναι Βαβυλῶνός τινος ἀνδρὸς σοφωτάτου, παιδὸς Μήδου, καὶ ἀρχαιοτέραν τὴν πόλιν ταύτην τῆς Σεμιράμιδος λέγουσιν ἔτεσι χιλίοις ὀκτακοσίοις. Ἰστέον δὲ ὅτι συνετὴν μὲν γυναῖκα καὶ τὴν Σεμίραμιν ἡ ἱστορία ἔχει, συνετωτέραν δὲ αὐτῆς τὴν Νίτωκριν, Βαβυλῶνος καὶ αὐτὴν βασιλεύσασαν. Τοὺς δὲ Πέρσας, ὧν μητρόπολις ἡ Βαβυλὼν, Κηφῆνάς ποτε καλεῖσθαί φησιν ὁ Ἀρριανός. Ἄλλοι δὲ καὶ τοιαῦτά τινα ἱστοροῦσιν, ὅτι Νίνου τοῦ Σύρων βασιλέως τὴν Νινευῒ κτίσαντος, ἡ τούτου γυνὴ τὸν ἄνδρα ὑπερβαλλομένη Βαβυλῶνα ἐν τῷ πεδίῳ κτίζει ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου καὶ λίθων λαξευτῶν τριπήχεων μὲν τὸ πλάτος, ἑξαπήχεων δὲ τὸ μῆκος, καὶ περίμετρον αὐτῇ διεγράψατο στάδια τπεʹ. Τὸ δὲ τεῖχος εἰς ὕψος ἀνέτεινε νʹ πήχεων, οὗ τὸ πάχος εἰς τριάκοντα πήχεις διέστησεν, ὡς καὶ τέθριππα ἐπ' αὐτοῦ ἐναντιοδρομεῖν ἀλλήλοις· καὶ πύργους ταῖς πύλαις ἐπέστησεν ὑψηλοὺς, χαλκᾶς τε τὰς πύλας ποιήσασα εἰς ὕψος τε ἀνατεινομένας πολὺ καὶ εἰς πλάτος ἀξιόλογον. Ἔκτισε δὲ καὶ δεξαμενὴν μεγάλην, ᾗ κῆπον ἐπήγειρε θαυμαστὸν ἐπιλεγόμενον κρεμαστὸν, ὃς τετράπλευρος μὲν ἦν, ἑκάστην δὲ πλευρὰν εἶχε τετράπλεθρον. Καὶ ἦν ἓν καὶ αὐτὸς τῶν ἑπτὰ κοσμικῶν θεαμάτων. Ἔστι δὲ καὶ ἄλλη Βαβυλὼν Λιβυκή. Ἡρόδοτος δὲ περὶ τῆς Περσικῆς Βαβυλῶνος καὶ ταῦτά φησιν, ὅτι τῆς Ἀσσυρίας ὀνομαστότατον πόλισμα καὶ ἰσχυρότατον ἡ Βαβυλὼν, ἔνθα καὶ τὰ βασίλεια, οὖσα δὲ τετράγωνος κεῖται ἐν μεγάλῳ πεδίῳ, καὶ μέτωπον ἕκαστον αὐτῆς εἴκοσι καὶ ἑκατὸν σταδίων· ὥστε εἶναι κατ' αὐτὸν τὴν περίοδον τῆς πόλεως στάδια τετρακόσια ὀγδοήκοντα. Πύλαι δὲ πέριξ τοῦ τείχους ἑκατὸν, χάλκεαι πᾶσαι, ὥσπερ καὶ οἱ σταθμοὶ καὶ τὰ ὑπέρθυρα. Καὶ σημείωσαι ὅτι οὐ μόνον ἑκατόμπυλοι Θῆβαι, ἀλλ' ἰδοὺ τοιαύτη καὶ ἡ Βαβυλών.