Ancient Greek
Section 103
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 103
Not analysed yet
Ὅτι πρὸς τὰ νότια τῆς Σικελικῆς χθονὸς ἕλκεται κόλπος ἔσω Λιβύης, νοτίαν Σύρτιν ἑλίσσων, τὴν ἑτέραν τὴν εὐρυτέραν· ἐνδοτέρω δὲ ταύτης δυτικωτέρα ἐστὶν ἡ ἑτέρα Σύρτις, ἀφαυρὸν ἔχουσα πόρον, ὃ ἔστι μικροτέρα οὖσα, ἥτις, φησὶ, τηλόθεν ἐρχομένην δέχεται πλημμυρίδα πόντου. Περὶ δὲ τῆς τοιαύτης πλημμυρίδος ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. Σημείωσαι δὲ ὅτι ἐνταῦθα ὁ περιηγητὴς τῇ ὑπέρ προθέσει ἐπὶ τῶν νοτίων ἐχρήσατο, εἰπὼν ὑπὲρ Σικελικῆς χθονὸς τὴν νοτίαν Σύρτιν ἑλίσσεσθαι. Ποιήσει δὲ τοῦτο πλειστάκις καὶ ἐν τοῖς εἰσέπειτα· ὥστε οὐκ ἐπὶ βορείων μόνον ἡ ὑπέρ πρόθεσις τίθεται, διὰ τὸ ἔξαρμα τὸ ἐν αὐτοῖς, ἀλλὰ καὶ ἐπὶ τῶν νοτίων. Οὐδὲ γὰρ οὐδ' ἐκεῖνα ἐστέρηνται τοῦ εἰς ὕψος ἐξῆρθαι, εἰ καὶ ἡμῖν δοκεῖ ταπεινά. Ὅτι δὲ καὶ ἐπὶ βορείων τίθησι τὴν ὑπέρ, ἐκδηλότατόν ἐστιν. Ἐρεῖ γοῦν ἐν τοῖς ἑξῆς «βορειοτέρη γαίης ὑπὲρ Εὐρωπείης», τουτέστι πρὸς τὰ βόρεια τῆς Εὐρώπης.