Ancient Greek
Section 98
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 98
Not analysed yet
Ὅτι καὶ ἐνταῦθα οὐ κατὰ κοινὴν κυριολεξίαν ἰσθμὸν εἶπε τὸν περὶ τοὺς Αὔσονας τὸν πλατύτατον· οὐ γὰρ ἐστένωται οὐδὲ ὁ τοιοῦτος ἰσθμός· διὸ ἐπάγει ὡς καὶ ἐν τοῖς πρὸ τούτου θεραπείαν, λέγων ὅτι παραπέπταται ἄσπετος, πουλυτενὴς, τρισσαῖς θαλάσσαις περίδρομος. Καὶ εὐθὺς ἐπάγει ποίαις θαλάσσαις περιείληπται ὁ τοιοῦτος ἰσθμὸς, λέγων πάνυ γοργῶς ὅτι Τυρσηνῇ Σικελῇ τε καὶ Ἀδριάδι πληθούσῃ. Εἶτα εἰπὼν ὅτι ἑκάστη τῶν τοιούτων τριῶν θαλασσῶν πρός τινα ἄνεμον τεκμαίρεται τὸν ὁλκὸν, σχηματίζει πάλιν κατὰ γοργότητα οὕτω «Τυρσηνὴ ζέφυρον, Σικελὴ νότον, Ἀδριὰς εὖρον» φιλοτιμησάμενος ἑνὶ στίχῳ ἐνθεῖναι τάς τε τρεῖς θαλάσσας καὶ τοὺς τρεῖς ἀνέμους, εἰς οὓς ἑκάστη τὸ ἑαυτῆς παρασύρεται ῥεῦμα. Ὁποῖόν τι πεποίηκε πρὸ τούτου, ὡς προγέγραπται, καὶ ἐν τῷ «πρῶτα μὲν Λιβύην, μετὰ δ' Εὐρώπην Ἀσίην τε» τὰς τρεῖς ἠπείρους ἐκεῖ ἑνὶ ἔπει συμπεριλαβών. Σημείωσαι δ' ὅτι ἐνταῦθα μὲν Τυρρηνὴν ἀμφιτρίτην, ἀνωτέρω δὲ Τυρρηνίδα θάλασσαν εἶπεν, ἐν διαφόροις καταλήξεσιν.