Ancient Greek
Section 1034
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1034
Not analysed yet
Ὅτι οἱ Μῆδοι ἐπ' ἀνατολὴν τετραμμένοι ἄχρι τῶν Κασπιάδων διήκουσι πυλῶν, αἵτινες μέρος οὖσαι τῆς Μηδείας χώρας κλεῖδες καλοῦνται τῆς Ἀσίας διὰ τὴν ἄγαν στενότητα, ὑπὸ πέτρας οὖσαι βαθυνομένας. Ὄρη δέ εἰσιν αἱ Κάσπιαι πύλαι, μᾶλλον δὲ πέτραι ἀπερρωγυῖαι καὶ κοῖλαι ὡς ἐν τάξει πυλῶν, ἀπὸ τῶν Κασπίων ἀνδρῶν ἢ τῆς Κασπίας θαλάσσης οὕτω καλούμεναι. Πύλαι γὰρ οἷόν εἰσι τοῖς εἰς βορρᾶν δηλαδὴ πρὸς Ὑρκανίους καὶ Κασπίους ἐκ νότου ὁδεύουσι, καὶ τοῖς ἐκεῖθεν αὖθις εἰς νότον πρὸς Πέρσας. Οὕτω δὲ καὶ ὁ τόπος ἐστένωται, ὡς καὶ πύλας ἐπιστῆσαι τῷ τόπῳ, κωλυούσας τὴν τῶν βορείων ἐθνῶν ἐπὶ τὰ ἐξ ἐναντίας διάβασιν. Ὅτι δὲ καὶ ἄλλως αἱ πύλαι στενότατον τόπον δηλοῦσι, καὶ ἐν τῷ περὶ Θερμοπυλῶν λόγῳ διείληπται. Τῷ δὲ πύλας εἰπόντι τὴν τοιαύτην στενοχωρίαν ἀκόλουθον τὰς αὐτὰς καὶ κλεῖδας εἰπεῖν. Τὸ δὲ Κασπιάδων πυλάων παρωνύμως καὶ αὐτὸ εἴρηται, οὐχ ὑποκοριστικῶς, ὁποῖα πολλὰ ὁ Διονύσιος ἐποίησεν.