Ancient Greek
Section 1039
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1039
Not analysed yet
Ὅτι ὑπὸ τὸν πόδα τῶν Κασπίων πυλῶν οἱ Πάρθοι ναίουσιν, ἄνδρες ἀρήϊοι καὶ ἀγκυλότοξοι, καὶ παντοίου πολέμου δαήμονες, ὃ ἔστι τεχνῖται. Εἶτα ἐμμένων τῷ περὶ αὐτῶν λόγῳ καὶ ἐμπλατυνόμενός φησιν· «οὐ γὰρ ἀρότρῳ ἰθύνουσιν αὔλακα διασχίζοντες ἄρουραν, οὐδὲ μὴν ἐρετμοῖς ἅλα τέμνουσιν, οὐδὲ νέμουσι βόας· ἐκ δὲ γενέθλης αὐτῆς ἔτι νηπίαχοι τόξοις καὶ ἱπποσύναις μέλονται, ἀεὶ δὲ παρ' αὐτοῖς δοῦπος ὅπλων, καὶ δρόμος ἵππων ἀελλοπόδων. Οὐ γὰρ θέμις αὐτοῖς δόρποιο γεύσασθαι, πρὶν ἐνιδρῶσαι μόχθοις πολέμου. Ἔχουσι δὲ ἐξ ἄγρας βίον δορίκτητον.» Οὕτω δὲ ὁ Διονύσιος αὐξήσας τὰ κατ' αὐτοὺς ἐπιπλέκει σύντομον ἐγκώμιον βασιλικὸν, λέγων· «ἀλλὰ καίπερ τοιούτους ἐόντας Αὐσονίου βασιλῆος ἐπεπράϋνεν ἀκωκή.» Φασὶ γὰρ τὸν Αὔγουστον κακῶς αὐτοὺς διαθέσθαι, τὴν τοῦ Κράσσου ἧτταν ἀναπαλαίσαντα, ὃν στρατηγὸν ὄντα Ῥωμαίων οἱ Πάρθοι ἀνεῖλον ἡττήσαντες. Οὕτω δέ φασι ταπεινωθῆναι αὐτοὺς τότε, ὥστε προστάξαι τὸν Αὔγουστον μὴ ἄλλως αὐτοὺς βασιλέας ἑαυτοῖς ἐφιστᾶν, ἀλλ' ἢ γνώμῃ τῆς συγκλήτου τῶν Ῥωμαίων βουλῆς. Τοὺς δὲ Πάρθους καὶ Παρθυαίους καλοῦσί τινες, καὶ φῦλον εἶναί φασι Σκυθικὸν, μετοικῆσαν ἐπὶ Μήδους ἐκ φυγῆς, διὸ καὶ οὕτω κληθῆναι. Πάρθους γὰρ Σκύθαι τοὺς φυγάδας φασίν. Ἱστορεῖται δὲ καὶ ὅτι οἱ τῶν Παρθυαίων βασιλεῖς πρὸς τῷ ἰδίῳ ὀνόματι καὶ Ἀρσάκαι ἐκαλοῦντο, ἐπὶ τιμῇ ἀρχαίου τινὸς βασιλέως γενναιοτάτου Ἀρσάκου, ὡς ἂν ἐκεῖνός τε εἴη ἐν αὐτοῖς ἀοίδιμος καὶ αὐτοὶ τῇ ἐκείνου κλήσει ἐνωραΐζοιντο. Σημείωσαι δὲ ὅτι νόμου γεωγραφικοῦ ὄντος καὶ ἱστορίαις ἀρτύειν τὴν γεωγραφίαν εἰς χειραγωγίαν τῆς ἀληθείας, ὡς καὶ ἐν προοιμίοις εἴρηται, διόλου μὲν ἐφύλαξε τοῦτο καὶ ὁ Διονύσιος, συχνὰ παραπλέκων τῇ περιηγήσει τὰ ἐξ ἱστοριῶν, πλὴν ἐν ἐπιτομῇ καὶ ἐπιτροχάδην, διὰ τὸ καὶ τὴν ὅλην αὐτοῦ περιήγησιν συνοπτικὴν εἶναι καὶ, ὡς οἱ λόγιοί φασιν, ἐπελευστικὴν, τὰ πάνυ πολλὰ εἰς κομιδῆ βραχὺ συναλείφουσαν καὶ ἐγχειρίδιον οἷον οὖσαν περιηγήσεως. Καὶ οὕτω μὲν τὰ πρὸ τούτου. Ἀφ' οὗ μέντοι εἰς τὴν Ἀσίαν διέβη, καὶ τετράπλευρόν τι χωρίον περιέγραψε πλευραῖς τῷ τε Ταύρῳ καὶ τῷ Νείλῳ καὶ τῷ Ἰνδικῷ ὠκεανῷ καὶ τῷ νοτίῳ, τότε δὴ πλατύτερον τοῖς ἱστορουμένοις ἐπεξέρχεται, ὡς δῆλον ἔκ τε τῶν εἰς Ἀραβίαν λεχθέντων καὶ τῶν περὶ Μηδείας ἱστορηθέντων καὶ τῶν νῦν δὲ ἐκτεθέντων. Ἐνηγλαΐσθη μέντοι πρὸ τούτου καὶ τοῖς περὶ Λυδῶν λόγοις καθ' ὁμοίαν διατριβήν. Ἐν τοῖς ἑξῆς δὲ καὶ ἡ Ἰνδία ἱκανὴν αὐτῷ παρέξει λόγου τριβήν. Αἴτιον δὲ τούτου οὐ μόνον τὸ προσπαθῶς δοκεῖν αὐτὸν ἔχειν πρὸς τὴν Ἀσίαν, ἀλλὰ καὶ τὸ κίνδυνον εἶναι, εἰ μὴ οὕτω μεθώδευσε, βραχύστιχον αὐτῷ παντελῶς γενέσθαι τὴν ποίησιν καὶ εἰς μικροτεχνίαν ἐκκλῖναι διὰ τὸ τῆς περιηγήσεως λίαν πάνυ στενὸν καὶ ἐπίτροχον.