Ancient Greek
Section 1059
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1059
Not analysed yet
Ὅτι μόνοι οἱ Πέρσαι ἔθνος ἔχουσιν Ἀσίας βασιλεύτατον, καὶ μέγας διὰ τοῦτο ἐλέγετο βασιλεὺς ὁ τῶν Περσῶν, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ. Βασιλικώτατον γὰρ ἦν τὸ τῶν Περσῶν γένος, καλούμενον οὕτως ἀπὸ Πέρσου υἱοῦ τοῦ Μήδου, κατὰ δὲ ἄλλους ἀπὸ Περσέως ἢ ἀπὸ Πέρσου υἱοῦ Περσέως καὶ Ἀνδρομέδας, ὥς φησιν Ἡρόδοτος, λέγων ὅτι Περσεὺς ὁ Δανάης καὶ Διὸς ἀφίκετο παρὰ Κηφέα τὸν Βήλου, καὶ ἔσχε αὐτοῦ θυγατέρα τὴν Ἀνδρομέδαν, καὶ γεννᾷ Πέρσην, ἐξ οὗ τὴν ἐπωνυμίαν ἔσχον οἱ Πέρσαι, πάλαι ποτὲ Κηφῆνες ἀπὸ τοῦ τοιούτου Κηφέως καλούμενοι. Λέγει δὲ ὁ Διονύσιος καὶ ὅτι ἀπείριτον ὄλβον οἱ Πέρσαι περιεβάλοντο, θέμενοι ἐν μεγάροισιν, ὅτε Μῄονας καὶ Σαρδιανοὺς ἐπόρθησαν, καθελόντες τὸν Κροῖσον. Καὶ δεῖγμά φησι τοῦ πλούτου, ὅτι χρύσεα μὲν τοῖς ἀνδράσι τὰ ὅπλα, χρύσεα δὲ τοῖς ἵπποις τὰ χαλινὰ, χρυσοῖς δὲ πεδίλοις τοὺς πόδας ἐκοσμήσαντο. Ταῦτα δὲ πολλῷ πρότερον τοὺς Μῄονας, ἤτοι τοὺς Λυδοὺς, πλουσιωτάτους δείκνυσιν, οὓς οἱ Πέρσαι ληϊσάμενοι παμπλούσιοι γεγόνασιν, ἄλλως μὴ πλουτοῦντες· ὅπουγε καὶ αἱ παρονομαζόμεναι αὐτοῖς Περσικαὶ ἐμβάδες, ὥς τινές φασιν, ὑπόδημα εὐτελὲς ἦν. Ἀσκεῖν δὲ λέγονται καὶ μεγαλοφωνίαν οἱ Πέρσαι, καὶ καῦμα καὶ ψύχος φέρειν καὶ ὄμβρους καὶ χειμάρρων διαβάσεις, ὥστε ἄβροχα φυλάσσειν τά τε ὅπλα καὶ τὴν ἐσθῆτα. Τιμῶσι δὲ τὸ πῦρ, καὶ δι' αὐτὸ καὶ τὸν χρυσὸν οἷα πυροειδῆ ὄντα. Λέγεται δὲ Περσική τις εἶναι ᾠδὴ, ἧς τὰς ὠφελείας ξʹ διαριθμοῦνται. Τίμιοι δὲ παρὰ τοῖς Πέρσαις οἱ μάγοι, οἳ οὔτε οὐροῦσιν εἰς ποταμὸν, οὔτε νίπτονται, οὔτε λούονται. Ἡρόδοτος δέ φησι καὶ ὅτι Πέρσαι παιδεύουσι τοὺς ἑαυτῶν παῖδας ἀπὸ πενταετοῦς ἕως ἐτῶν κʹ ἱππεύειν καὶ τοξεύειν καὶ ἀληθίζεσθαι. Ἱστορεῖ δὲ καὶ νομάδας τινὰς Πέρσας, καὶ συχνὰ εἶναι γένη λέγει Περσῶν. Λέγεται δὲ καὶ σύμβολον εἶναι ἀσπασμοῦ παρὰ Πέρσαις τὸ ἀφελέσθαι τὴν τιάραν τῆς κεφαλῆς. Μεγάλοις δὲ ὄρεσι περίδρομός ἐστιν ἡ Περσὶς, νοτιωτέρα τῶν Κασπίων οὖσα πυλῶν, ἑλκομένη μέχρι τοῦ ὁμωνύμου Περσικοῦ κόλπου. Τὸ δὲ ἀρκτῶον αὐτῆς τοῖς τῶν Μήδων ὄρεσιν ὑποπέπτωκεν, ἅπερ τέμπεα ὁ Διονύσιος ἀνωτέρω ἔφη Μηδικά.