Ancient Greek
Section 1055
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1055
Not analysed yet
Ὅτι εὕρηται ὧδε τὸ ἀέναος δι' ἑνὸς ν μετὰ ἐκτάσεως τῆς ἀρχούσης. Φησὶ γὰρ «καὶ πόρον ἀενάων ποταμῶν.» Οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς «ἀενάοις ποταμοῖσι κατάρρυτος, καὶ παρὰ Θεοκρίτῳ δὲ εὕρηται τοιαύτη γραφὴ, ἔνθα λέγει «εὗρον δ' ἀέναον κρήνην·» εἰ μή τις τὴν τῶν ἀντιγράφων αἰτιώμενος φαυλότητα φυλάσσει μὲν τὴν διὰ τῶν δύο νν γραφὴν, θεραπεύει δὲ τὸ πάθος τοῦ μέτρου διὰ συνιζήσεως, ὡς καὶ ἐν τῇ ἀρχῇ τῶν Ἁλιευτικῶν Ὀππιανοῦ.