Ancient Greek
Section 1075
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1075
Not analysed yet
Ὅτι τὸν Ἀχάτην ποταμὸν ἐπὶ πλευραῖς τε εἶναι τοῦ Χοάσπου φησὶ, καὶ εὐωπὸν αὐτὸν καλεῖ, διὰ τὸ τάχα διειδὲς τοῦ ὕδατος καὶ εὔθετον. Φησὶ γὰρ ὅτι οἷα κύλινδρος ἐπὶ χθονὸς κεῖται, τουτέστιν ὡς σχῆμα κιονειδές· τοιοῦτον γὰρ ὁ κύλινδρος. Ἔοικε γὰρ ὁ Ἀχάτης μὴ ἔχειν ἐξοχάς τινας καὶ καμπὰς, μηδὲ εἰς ἀγκῶνας καὶ κλῶνας ἑλίσσεσθαί τε καὶ σχίζεσθαι· φαίνεται δὲ καὶ μηδὲ πολὺς εἶναι κατὰ τὸ ἀένναον· χειμάρρου γὰρ, φησὶν, αὐτὸν ποταμοῦ κατασύρουσι χαράδραι. Λέγει δὲ καὶ τοὺς ἐκεῖσε καρποὺς θάλλειν ἄλλους ἐπ' ἄλλοις, λιαροῦ γεγηθότας ἐξ ἀνέμου. Καὶ ἔστιν ἐνταῦθα γλυκεῖα λέξις τὸ γεγηθότας, μετενεχθεῖσα ἐπὶ τὰ ἀναίσθητα· ὡς καὶ ὅτε ὁ Ποιητὴς ἐπὶ ὅπλων τὸ γανοῦσθαι λέγει, καὶ τὴν χθόνα γελᾶν. Καὶ ἔστι τοῦτο μεταγωγὴ πράγματος ἀπὸ τῶν ὁρώντων ἐπὶ τὰ ὁρώμενα. Γεγήθασι γὰρ πάντως καὶ γανόωσι καὶ γελῶσιν οὐ τὰ ὅπλα οὐδὲ ἡ γῆ οὐδὲ οἱ καρποὶ ἀλλ' οἱ βλέποντες αὐτά.