Ancient Greek
Section 1082
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1082
Not analysed yet
Ὅτι περὶ τὴν Περσικὴν θάλασσαν μέγα ἔθνος οἱ Καρμανοὶ, ἔνθα ποταμὸς ψήγματα καταφέρων χρυσοῦ· καὶ μέταλλα δέ εἰσιν αὐτόθι ἀργύρου καὶ χαλκοῦ καὶ μίλτου· καὶ ὄρη δύο κατὰ τὸν Γεωγράφον, τὸ μὲν ἀρσενικοῦ, ὅπερ ἀρσενίκιον ἡ κοινὴ γλῶσσά φησι, τὸ δὲ ἁλός. Γίνεται δὲ, φασὶν, αὐτόθι καὶ βότρυς πολλάκις δίπηχυς, πυκνόρρωγός τε καὶ μεγαλόρρωγος. Εἰς θερμότητα δὲ κατὰ γλῶσσαν ἐγχωρίαν ἡ Καρμανία ἑρμηνεύεται.