Ancient Greek
Section 1088
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1088
Not analysed yet
Ὅτι πρὸς αὐγὰς τῆς Γεδρωσίας ὁ Ἰνδὸς μέγιστος ποταμὸς, ὃν Σκύθαι νότιοι παροικοῦσιν, οἱ καὶ Ἰνδοσκύθαι συνθέτως λεγόμενοι. Καὶ σημείωσαι ὅτι οὐ μόνον βόρειοι Σκύθαι, ἀλλ' ἰδοὺ καὶ οὗτοι Σκύθαι νότιοι. Ῥέειν δέ φασι τὸν Ἰνδὸν, καθὰ καὶ τὸν Γάγγην, ἀρξάμενον ἀπό τινος Καυκάσου ὄρους ἀρκτικοῦ ἀνατολικοῦ, λαβρότατον ῥόον ὀξὺν ἐπὶ νότον ὀρθὸν ἐλαύνοντα, κατεναντίον τῆς Ἐρυθρᾶς θαλάσσης, ἤγουν τοῦ Ἐρυθραίου καὶ Αἰθιοπικοῦ ὠκεανοῦ, περὶ τὰ ἑῷα τοῦ Περσικοῦ κόλπου, καὶ σχιζόμενον εἰς δύο στόματα διέχοντα ἀλλήλων στάδια ͵α καὶ ωʹ, ὡς καὶ Ἀρριανὸς ἱστορεῖ, ἃ δὴ στόματα ποιοῦσι τὴν Παταληνὴν οἷα νῆσον ἀπολαμβανομένην, ἣν καὶ ἐπαναλαμβάνει ὡς λόγου ἀξίαν, λέγων «μέσην ἐπιδέδρομε νῆσον, νῆσον ἣν καλοῦσι Παταληνήν». Παραπλησία δὲ, φασὶν, ἐστὶν ἡ νῆσος αὕτη τῷ κατ' Αἴγυπτον Δέλτα. Καὶ δὴ καὶ Δέλτα τινὲς κατ' ὁμοιότητα σχήματος ἐκάλεσαν καὶ αὐτήν. Φησὶ γοῦν Ἀρριανός· «δίστομός ἐστιν ὁ Ἰνδὸς, καὶ Δέλτα ποιεῖ καὶ οὗτος ἐν τῇ τῶν Ἰνδῶν γῇ, τῷ Αἰγυπτίῳ Δέλτα παραπλήσιον. Πόλις δὲ ἐν αὐτῇ ἀξιόλογος τὰ Πάταλα, ἀφ' ὧν ἡ νῆσος Παταληνή ὀξυτόνως, ὡς οἱ ἀκριβεῖς λέγουσι· τινὲς δὲ καὶ βαρυτόνως Παταλήνην, ὡς Πριήνην, ἀναγινώσκουσιν. Τοῦ δὲ μεγέθους καὶ τῆς ὀξύτητος τοῦ Ἰνδοῦ ποταμοῦ δεῖγμα καὶ τοῦτό φασιν οἱ παλαιοὶ, ὅτι ἐκλιπὼν τὸ οἰκεῖον ῥεῖθρόν ποτε καὶ εἰς πεδία τινὰ κοῖλα ἐκτραπόμενος καὶ οἷον καταρράξας ἠρήμωσε χώραν πλειόνων ἢ χιλίων πόλεων σὺν ταῖς κώμαις.