Ancient Greek
Section 1095
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1095
Not analysed yet
Ὅτι πρὸς δύσιν τοῦ Ἰνδοῦ ποταμοῦ Ὠρῖται, διὰ διχρόνου γραφόμενοι, πρὸς ἀντιδιαστολὴν τῶν ἐν τῷ Ὠρεῷ τῆς Εὐβοίας Ὠρειτῶν. Ἐκεῖνοι γὰρ διὰ διφθόγγου γράφονται, διὰ συναίρεσιν. Αὐτόθι δέ εἰσι καὶ Ἄριβες, ὁμοίως τῷ ι καὶ αὐτοὶ διχρόνῳ παραληγόμενοι, οὕς τινες ἐν τρισὶν α Ἄραβας γράφουσι, τάχα σκηνήτας τινὰς ὄντας, ὁποῖοι καὶ ἐν τῇ βαθυτέρᾳ Ἀραβίᾳ εἰσίν. Σκοπητέον δὲ μή ποτε καὶ Ἄρβιες ὀφείλουσι γράφεσθαι οἱ Ἄριβες οὗτοι. Μέμνηται γὰρ τοιούτου ἔθνους Ἰνδικοῦ ὁ Γεωγράφος, λέγων· Ἄρβιες ὁμώνυμοι ποταμῷ Ἄρβει, ὁρίζοντι αὐτοὺς ἀπὸ τῶν Ὠριτῶν. Ὁ δ' αὐτὸς καὶ τοὺς Ὠρίτας ἔθνος λέγει αὐτόνομον.