Ancient Greek
Section 1096
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1096
Not analysed yet
Ὅτι τοὺς Ἀραχώτας λινοχλαίνους λέγει, διὰ ἰδιοτροπίαν ἴσως ἱματισμοῦ, ὅπερ καὶ οἱ Μελάγχλαινοι ἔπαθον, ἐξ ἱματίων κληθέντες καὶ αὐτοί. Τοὺς δὲ Ἀραχώτας τινὲς Ἀραχωτούς φασιν ὀξυτόνως, λέγοντες ὅτι μετὰ τὸν Ἰνδὸν οἱ Παροπαμισάδαι, εἶτα πρὸς νότον Ἀραχωτοί· πρὸς ἐσπέραν δὲ τοῖς Παροπαμισάδαις παράκεινται Ἄριοι.