Ancient Greek
Section 110
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 110
Not analysed yet
Ὅτι ἡ Σαλμωνὶς ἑῴα ἐστὶν ἄκρα τῆς Κρήτης, ὥσπερ αὖ πάλιν δυτικὸν ἄκρον αὐτῆς τὸ τοῦ Κριοῦ μέτωπον· περὶ τοῦτο τὸ τῆς Σαλμωνίδος, ὡς αὐτός φησι, κάρηνον, ἤτοι ἀκρωτήριον, ἀναπέπταται τὸ Κρητικὸν πέλαγος, μᾶλλον δὲ ἄχρι καὶ αὐτοῦ περαίνεται τὸ εἴτε Σικελικὸν εἴτε καὶ Κρητικὸν, καθὰ πρὸ μικροῦ εἴρηται, πέλαγος· οὗ καθεξῆς ἡ Φαρία θάλασσα, μεθ' ἣν ἡ Σιδωνία· καὶ ἐπὶ ταύτῃ τελευταῖος ὁ περὶ Κύπρον κόλπος, ἤγουν ὁ Ἰσσικός. Περὶ ὧν καὶ μετ' ὀλίγα λελέξεται.