Ancient Greek
Section 112
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 112
Not analysed yet
Ὅτι τὸ φρίσσειν κυρίως ἐπὶ θαλάσσης λέγεται. Φησὶν οὖν ὅτι φρίσσουσιν ἥ τε Φαρία καὶ ἡ Σιδωνία θάλασσα, ἐλαυνόμεναι πνοαῖς Ἰσμαρικοῦ βορρᾶ ὀρθὸν φυσιόωντος, ἐπεὶ κατ' ἐναντία κεῖνται τοῦ βορρᾶ. Εἶπε δὲ τὸ φρίσσουσιν ἀντὶ τοῦ ὀρθοῦνται, καὶ εἰς ὕψος αἴρονται τοῖς κύμασιν. Ἐντεῦθεν δὲ καὶ ἡ φρίξ, ὡς καὶ ὁ Ποιητής· «μελαίνη φρικὶ καλυφθείς,» ἤτοι τῇ ἐπαναστάσει τοῦ κύματος. Ὅτι δὲ θαλασσία λέξις τὸ φρίσσειν, ἐν τοῖς τοῦ Ὁμήρου κάλλιον γέγραπται. Τὸν δὲ βορρᾶν Ἰσμαρικὸν εἶπεν ἀντὶ τοῦ Θρᾳκικὸν, ἀπὸ Ἰσμάρου πόλεως Θρᾴκης. Ἰστέον δὲ ὅτι τὴν Φαρίαν ταύτην θάλασσαν, ἥτις μετὰ τὸ Κρητικόν ἐστιν, ὡς εἴρηται, πέλαγος, καὶ Παρθένιον κόλπον ἐκάλουν οἱ παλαιοί· καὶ ὅτι ὥσπερ Σιδωνία καὶ Ἰσσικὸς ἀπὸ Ἰσσοῦ πόλεως καὶ Σιδῶνος, οὕτω καὶ Φαρία διὰ τὴν Ἀλεξανδρινὴν Φάρον, ἥτις ἐστὶ νῆσος ἐν δεξιᾷ κειμένη Ἀλεξανδρείας, πύργον ἀνέχουσα μέγιστον, ἐκπυρσεύοντα τοῖς καταπλέουσι. Περὶ δὲ ταύτης τῆς Φάρου εἴρηται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ῥηθήσεται δὲ καὶ ὅτε τῷ λόγῳ εἰς Ἀλεξάνδρειαν ἔλθωμεν.