Ancient Greek
Section 1139
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1139
Not analysed yet
Ὅτι ὁ Ὑδάσπης (ποταμὸς δὲ καὶ οὗτος Ἰνδικός) πλωτός ἐστι ναυσὶν, εἰς ὃν Ἀκεσίνης ἐμβάλλει, λοξὸς ἀπὸ σκοπέλων φερόμενος· περὶ οὗ ὁ Γεωγράφος φησὶν, ὅτι Ἀκεσίνης ἐν τροπαῖς θεριναῖς ἀναβαίνει πήχεις μʹ, ὧν οἱ μὲν κʹ πληροῦσι μέχρι χείλους τὸ ῥεῖθρον, οἱ δὲ κʹ ὑπερχέονται εἰς τὸ πεδίον, διὸ καὶ νησίζουσιν οἷον αἱ πόλεις, ὡς καὶ ἐν Αἰγύπτῳ, ἵδρυνται γὰρ ἐπὶ χωμάτων. Ἀρριανὸς δὲ οὕτω φησίν· ὁ Ὑδάσπης εἰς τὸν Ἀκεσίνην ἐμβαλὼν τὸ πᾶν ὕδωρ Ἀκεσίνην παρέχεται καλούμενον. Λέγει δὲ καὶ ὅτι αἱ τριακόντοροι τοῦ Ἀλεξάνδρου τριχῆ τμηθεῖσαι καὶ ἐπὶ ζευγῶν διακομισθεῖσαι συνεπήχθησαν ἐν τῷ Ὑδάσπῃ καὶ ὤφθησαν ναυτικαί.