Ancient Greek
Section 1140
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1140
Not analysed yet
Ὅτι καὶ ὁ Κώφης Ἰνδικός ἐστι ποταμὸς, ὃν Ἡρωδιανὸς μὲν καὶ αὐτὸν ἐν τῇ καθόλου βαρυτόνως ἐκφέρει καὶ μετὰ τοῦ σ, ὡς τὸ Χρύσης, Ἀριστοτέλης δὲ ὥς φασιν ἐν πέμπτῳ περὶ Ἀλεξάνδρου τὸν Κωφῆνά φησιν, ὡς τὸν σωλῆνα. Ὁ Γεωγράφος δὲ ὁμοίως τῷ Διονυσίῳ ἐκφέρει, λέγων «Χοάσπης εἰς τὸν Κώφην ἐμβάλλει» καὶ πάλιν «μετὰ τὸν Κώφην ὁ Ἰνδὸς, εἶτα ὁ Ὑδάσπης, εἶτα ὁ Ἀκεσίνης, καὶ ὕστατος ὁ Ὕπανις.» Τὸν δὲ Ὑδάσπην πλωτὸν νήεσσιν ὁ Διονύσιος λέγει. Οἱ δὲ παλαιοὶ μεταξὺ τοῦ τε Ὑπάνιος καὶ τοῦ Ὑδάσπου ἔθνη μὲν κεῖσθαι λέγουσιν ἐννέα, πόλεις δὲ ᾠκῆσθαι εἰς πεντακισχιλίας.