Ancient Greek
Section 1166
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1166
Not analysed yet
Ὅτι καὶ ἐνταῦθα τὸ τῆς ἱστορίας ὁμολογῶν συνοπτικὸν τοὺς ὑπερτάτους κατὰ γῆν ἄνδρας μόνους λέγει περιηγήσασθαι· τοὺς γὰρ ἄλλους, οἳ ἔνθα καὶ ἔνθα κατὰ ἠπείρους πλανῶνται μυρίοι, τίς ἂν, φησὶν, ἀριφραδέως ἀγορεύσοι, θνητὸς ὤν; θεὸς δὲ μόνος ῥεῖα πάντα δύναται. Εἶτα μαθηματικὴν φυσιολογίαν καὶ θεολογίαν τινὰ ἐκτιθεὶς προσφόρως τῷ καιρῷ, καὶ εἰς ἔννοιαν πρώτην σεμνότητος καταπαύων τὴν περιήγησιν, φησὶ θεὸν καὶ τὰ τῆς γῆς πρῶτα θεμέλια τορνώσασθαι, καὶ βαθὺν οἶμον δεῖξαι ἀμετρήτου θαλάσσης, καὶ τῷ βίῳ ἔμπεδα πάντα διατεκμήρασθαι ἄστρα διακρίναντα, κληρώσασθαί τε ἑκάστῳ τῶν ἀστέρων μοῖραν γῆς καὶ θαλάττης· ὅθεν καὶ κατὰ τοὺς ἀστέρας τοὺς διαλαχόντας τὴν γῆν ἄλλην ἀλλαχοῦ φύσιν γῆ ἑκάστη ἔλαχε, φησί. Ἡ μὲν γὰρ λευκὴ καὶ ἀργινόεσσα τὴν μορφὴν, ἡ δὲ μελαντέρα, ἡ δὲ μέση ἀμφοτέρων, ἄλλη δὲ μιλτώδης, καὶ ἄλλη ἀλλοία. Οὕτω γὰρ, φησὶν, ὁ Ζεὺς ἐφράσατο. Ἐφ' οἷς γνωματευόμενος λέγει, «οὕτως ἀνθρώποις ἑτεροῖα πάντα τέτυκται.» Καὶ ἔστι τοῦτο τέταρτον ἢ πέμπον τῷ Διονυσίῳ γνωμικόν. Ὅρα δὲ ὅτι ἐν τῷ ἔμπεδα πάντα τὰ κατὰ τὸν βίον τεκμήραντο ἄστρα διακρίναντες, ἄστροις τὴν τῶν ἐγκοσμίων αἰτίαν ὁ Διονύσιος ἀνατίθησι· τὸ δὲ τορνώσασθαι ἐξ Ὀμήρου εἴληπται, καὶ δηλοῖ τὸ περιγράψασθαι· τὸ δὲ ἀργινόεσσαν γράφεται καὶ ἀργιλόεσσαν διὰ τοῦ λάμβδα, κατὰ στοιχείων συγγένειαν. Οὕτω γὰρ καὶ τὸ νίτρον λίτρον, καὶ τὸν πνεύμονα πλεύμονά φασιν οἱ Ἀττικοί. Τάχα δὲ καὶ αἱ ἀργίλαι τὰ ὑπόγαια οἰκήματα ἐκ τῆς τοιαύτης παρωνομάσθησαν λέξεως, ὡς τῆς τοιαύτης γῆς μάλιστα εὐθέτως ἐχούσης διὰ τὴν στεγανότητα πρὸς κατεργασίαν τοιαύτης οἰκήσεως. Τὴν δὲ μίλτον περιφράζων ἄνθος λέγει Ἀσσυρίης γῆς ἀντὶ τοῦ Σινωπικῆς. Ἀσσυρία γὰρ κατὰ τὸν Διονύσιον ἡ περὶ Σινώπην γῆ κατὰ Εὔξεινον, ὡς προείρηται. Αὐτὸ δὲ τοῦτο Σινωπικὴ ἡ μίλτος λέγεται κατὰ τοὺς παλαιοὺς οὐ διὰ τὸ αὐτόθι γίνεσθαι, ἀλλὰ διὰ τὸ ἐκεῖ πρὸς τῶν ἐμπόρων κατάγεσθαι. Διὰ τοῦτο δὲ τάχα καὶ σιναπίδιον παραφθείροντες οἱ τεχνῖται τὸ τοιοῦτον χρῶμά φασιν. Τῇ δὲ Σινωπικῇ μίλτῳ ἐνάμιλλον εἶναι καὶ τὴν Ἰβηρικὴν λέγουσιν.