Ancient Greek
Section 1181
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1181
Not analysed yet
Ὅτι γλυκεῖα ἡ καταστροφὴ τοῦ ποιήματος· ὡς γὰρ προαίρεσιν ἔχουσι τοῖς ἀψύχοις ὁμιλῶν ὁ Διονύσιος κατὰ λόγον γλυκύτητος, χαίρετε, φησὶν, ὦ ἤπειροι καὶ ὦ νῆσοι καὶ ὦ τὰ καὶ τὰ, καὶ ἐπὶ πᾶσιν εἰς εὐχὴν καταστρέφων τὸν λόγον ἐπεύχεται ἐκ τοῦ κρείττονος, ἤγουν θεόθεν, ἐπάξιον αὑτῷ γενέσθαι τὴν τῶν ὕμνων ἀμοιβὴν, ὡς μέγα τι ἀνύσαντι. Ὕμνους δὲ ἐνταῦθα ἢ τὴν ῥηθεῖσαν προσεχῶς θεολογίαν καλεῖ, ἢ ἁπλῶς οὕτω τὰ ἑαυτοῦ ἔπη. Ἔστι γὰρ ὅτε ὁ ὕμνος καὶ ἄλλως λέγεται, καὶ οὐ μόνον ἐπὶ θείου ἐπαίνου. Πίνδαρος οὖν τοὺς ἑαυτοῦ ἐπινικίους ὕμνους καλεῖ, καὶ Αἰσχύλος δὲ ἐξ ἀντιφράσεως τὸ κακολογεῖν ὑμνεῖν ἔφη ἐν τῷ «ὑμνεῖται ὑπ' ἀστῶν φροιμίοις πολυρρόθοις· καὶ τὸ ἁπλῶς δὲ θρυλεῖσθαί τι ὑμνεῖσθαι λέγεται·» καὶ Ἡσίοδος δὲ τὸν περὶ ναυτιλίας ἔμμετρον λόγον ὕμνον ἔφη ἐν τῷ «Μοῦσαι γάρ μ' ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.» Εὐριπίδης δὲ καὶ ἐπὶ μαντείας νοεῖν τὸν ὕμνον δίδωσιν, ἔνθα τὸ ὑμνῳδεῖν ἀντὶ τοῦ θεσπίζειν τίθησιν. Φησὶ γοῦν ἐν Ἴωνι· ὀμφαλὸν μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς. Τοῦτο δὲ καὶ ἀντὶ τοῦ ἐμμέτρως ᾄδειν νοεῖσθαι δύναται.