Ancient Greek
Section 129
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 129
Not analysed yet
Ὅτι ὁ Ἰσσικὸς κόλπος ὁ κατὰ Κύπρον, ὡς εἴρηται, διὰ τῆς γῆς τῶν Παμφυλίων ἔρχεται, διὸ καὶ Παμφύλιος λέγεται. Διήκει δὲ καὶ μέχρι τῶν Χελιδονίων νήσων, περὶ ὧν μετὰ ταῦτα εἰρήσεται· ἔχει δὲ τελευταῖον σῆμα πρὸς ζέφυρον τὴν τῶν Πατάρων ἄκραν, ἥτις διορίζει Λυκίαν τε καὶ Καρίαν. Σῆμα δὲ τὸ σημεῖον ἤτοι τὸ πέρας λέγει κατὰ λόγον φιλόσοφον· τὸ γὰρ σημεῖον τουτέστιν ἡ στιγμὴ, πέρας ἐστὶ γραμμῆς, ὡς καὶ ἐνταῦθα τῆς περιόδου τοῦ πελάγους τούτου δυτικὸν σῆμά ἐστι τὰ Πάταρα. Ἰστέον δὲ ὅτι Πάταρα καλεῖται ὁ ῥηθεὶς τόπος, ἢ ἀπὸ Πατάρου υἱοῦ Ἀπόλλωνος καὶ Λυκίας τῆς Ξάνθου, ἢ ἀπὸ τῆς πατάρας, ὃ δηλοῖ Ἑλληνιστὶ τὴν κίστην, ἤτοι τὴν κιβωτόν. Φασὶ γὰρ ὅτι πατάραν ἀθύρματα τῷ Ἀπόλλωνι περιέχουσαν, πέμματά τινα ἐν σχήματι λύρας καὶ τόξου καὶ βελῶν, ἄνεμος ἁρπάσας ἀπό τινος παιδίσκης καὶ ὑπολαβὼν εἰς θάλασσαν ἔβαλε τὴν Λυκιακὴν, καὶ τῇ ἐκεῖ χερρονήσῳ προσήγαγεν· ὅθεν καὶ ἡ χερρόνησος ἱερά τε ἀνεῖται τῷ Ἀπόλλωνι, καὶ τὴν κλῆσιν ἀπὸ τῆς τοιαύτης πατάρας, ἤτοι κιβωτοῦ, ἐκέρδανε. Κρατεῖ δὲ περὶ τούτου καὶ τοιαύτη τις ἱστορία· Πάταρος καὶ Ξάνθος λῃσταὶ, παῖδες Λαπαιῶνος, βίον ἐκ τοῦ πειρατεύειν ἀποχρῶντα πορισάμενοι κατέλυσαν τὴν τοῦ λῃστεύειν πλάνην, καὶ τῇ Λυκίων γῇ προσσχόντες ᾤκησαν βεβαίως ἐκεῖ. Καὶ ἀπὸ μὲν τοῦ πρεσβυτέρου Ξάνθου ποταμὸς ἐκεῖ Ξάνθος ἐκλήθη καὶ πόλις ὁμώνυμος, ἀπὸ δὲ τοῦ λοιποῦ ἐκλήθη τὰ Πάταρα.