Ancient Greek
Section 132
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 132
Not analysed yet
Ὅτι αἱ Σποράδες νῆσοι περὶ τὸ Αἰγαῖον κεῖνται πέλαγος, ᾧ οὐδεὶς ἕτερός, φησι, κόλπος ὑψόθι μορμύρων ἐναλίγκια κύματ' ὀφέλλει. Αἴτιον δὲ τούτου φασὶ τὸ πλῆθος τῶν αὐτόθι νήσων, αἷς προσρήσσοντα συχνὰ τὰ κύματα ἐπαναστρέφει, καὶ τῇ συνδρομῇ βιαιότερον κορυφούμενα πολὺν ἐγείρει τὸν κλύδωνα. Διὸ καὶ ὁ Διονύσιός φησιν «ἔνθα κῦμα ῥησσόμενον νήσοις περιβρέμεται Σποράδεσι·» περὶ ὧν ἐρεῖ ἐν τοῖς ἑξῆς. Ἰστέον δὲ ὅτι οὐ μόνον πέλαγος Αἰγαῖον, ἀλλὰ καὶ πεδίον τι περὶ τὴν Φωκίδα γῆν ἱστορεῖται καλούμενον Αἰγαῖον ἐκεῖνο παρὰ τὸν ἐκεῖ ῥέοντα Αἰγᾶν ποταμόν.