Ancient Greek
Section 135
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 135
Not analysed yet
Ὅτι ὁ τοῦ Αἰγαίου πόντου πλατὺς πόρος ἀπὸ Πατάρων ἀρχόμενος εἰς Τένεδον καὶ Ἴμβρον περαίνεται. Ἐκεῖθεν δὲ στενὸς ἔρχεται αὐλὼν συρόμενος πρὸς βορρᾶν ἕως εἰς τὴν καθ' ἡμᾶς ταύτην τὴν πρὸ τοῦ πόντου τοῦ Εὐξείνου· ἀφ' οὗ καὶ ὀνομάζεται Προποντίς. Καλῶς δὲ εἶπε τὸ αὐλὼν στενός, ὡς πρὸς διαστολὴν τοῦ Αἰγαίου πλατυτάτου ὄντος. Στενὴ γάρ ἐστι καὶ οἱονεὶ αὐλωνοειδὴς ἔκτασις ὁ Ἑλλήσποντος. Δεῖ δὲ εἰδέναι ὅτι ἡ Προποντὶς καὶ στόμα ἁπλῶς λέγεται, καὶ μετὰ προσθήκης δὲ στόμα πόντου, δηλαδὴ τοῦ Εὐξείνου, ὃς καὶ κατ' ἐξοχὴν Πόντος λέγεται, ὡς μετ' ὀλίγον εἰρήσεται. Αἰγαῖον δὲ πέλαγος, ὥς τισι δοκεῖ, λέγεται παρὰ τὰς ἐν Εὐβοίᾳ Αἰγὰς, τόπον οὕτω καλούμενον, ἔνθα τοὺς τοῦ Ποσειδῶνος ἵππους ἀναπαύει ὁ Ποιητής. Οἱ δὲ παρὰ τὸν Αἰγαίωνα τὸν Ὁμηρικὸν, ὡς ἐν τῇ Ἰλιάδι γέγραπται.