Ancient Greek
Section 146
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 146
Not analysed yet
Ὅτι τὸν Εὔξεινον, ἄπλουν τε ὄντα καὶ Ἄξεινον θάλασσάν ποτε καλούμενον, Εὔξεινον οἱ ὕστερον κατὰ σχῆμα εὐφημισμοῦ μετεκάλεσαν. Ἄξεινος δὲ ἐλέγετο (ταὐτὸν δὲ εἰπεῖν ἀπόξεινος κατὰ τὸν Σοφοκλῆν) ἢ διὰ τὸ μὴ ἔχειν νήσων καταγωγὰς, ἢ διὰ τοὺς περιοικοῦντας Σκύθας, ἀνεπιμίκτους βαρβάρους, οἳ καὶ ἐξενοθύτουν καὶ ἐσαρκοφάγουν, καὶ ἀνθρώπων κρανίοις ἐχρῶντο ἐκπώμασιν. Ἕτεροι δέ φασιν Ἡρακλέα κεκαθαρκέναι τὰ τῇδε, καὶ εἰς Εὔξεινον μετασκευάσαι τὸν ἄξεινον. Ἄλλοι δὲ εἰς Ἴωνας ἀνάγουσι τὸ τοιοῦτον ἀρίστευμα, οἳ πόλεις πολλὰς ἐν τῇ παραλίᾳ ᾤκισαν.