Ancient Greek
Section 147
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 147
Not analysed yet
Ἰστέον δὲ ὅτι τοῖς παλαιοῖς ὁ Εὔξεινος πόντος μέγιστος τῶν καθ' ἡμᾶς δι' ἀπειρίαν ἐδόκει, καὶ οἱ πλέοντες ἐκεῖ ἐκτοπίζειν ἐνομίζοντο, καθὰ καὶ οἱ ἔξω Στηλῶν, καὶ ἄλλος τις ὥσπερ ὠκεανὸς τοῖς τότε ὑπελαμβάνετο, καὶ τὸ εἰς αὐτὸν πλέειν ἐξωκεανίζειν ἐνομίζετο. Διὸ καθὰ προερρέθη καὶ κατ' ἐξοχὴν ἰδίως Πόντος ἐλέγετο· καθὰ καὶ οὗτος ὁ ποιητὴς αὐτὸν καλεῖ ἐν τῷ «δεξιὰ Πόντου», καὶ «καλέουσι δὲ μητέρα Πόντου», καὶ «Πόντου τὸ μυρίον ὕδωρ». Διὰ δὲ τὸ κακόξενον καὶ δύσπλοον αὐτοῦ καὶ τὸ εἰς Πόντον ἀπελθεῖν ὅμοιον ἦν τῷ εἰς μέγα κακὸν, ὡς καὶ οἱ παλαιοί φασιν· ὅπερ μέχρι καὶ εἰς ἄρτι κρατεῖ. Καὶ τοῦτο δηλοῖ μὲν καὶ ὁ Γεωγράφος, λέγει δὲ καὶ ὁ Δειπνοσοφιστὴς τὸ ἐκ πολλοῦ Πόντου ταὐτὸν εἶναι ὡς ἐὰν εἴπῃ τις ἐκ πολλοῦ ὀλέθρου. Ἡρόδοτος δὲ ἀξιοθέατον Πόντον τὸν Εὔξεινον λέγει καὶ πελαγέων ἁπάντων θαυμασιώτατον, ἱστορῶν καὶ τὸ μῆκος αὐτοῦ καὶ τὸ πλάτος πόσων σταδίων ἐστίν.