Ancient Greek
Section 148
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 148
Not analysed yet
Ὅτι αἱ τοῦ Εὐξείνου πόντου κέλευθοι λοξαὶ ἐπιτρέχουσιν ἀεὶ πρὸς βορέην τε καὶ ἀντολίην ὁρόωσαι, καὶ ὅτι περὶ αὐτὸν δύο κολῶναι, ἤτοι ἄκραι καὶ ἐξοχαὶ, ἔνθα καὶ ἔνθα, ἡ μὲν νοτιωτέρα ἡ Κάραμβις περὶ τὴν Παφλαγόνων γῆν, φυλάττουσα μέχρι καὶ νῦν τὴν ἀρχαιογονίαν τῆς κλήσεως, ἡ δὲ βορειοτέρα, ἥτις ἐστὶ τὸ τοῦ Κριοῦ μέτωπον τὸ ἤδη καὶ ἀνωτέρω ῥηθὲν, τὸ περί που τὰ Κιμμέρια. Αἱ δὲ δύο αὗται ἄκραι οὕτως ἀλλήλαις ἀντικείμεναι ὑψοῦ τε ἀνέχουσι καὶ ἐπὶ πολὺ τῆς θαλάσσης εἰσέχουσι, καὶ διέχουσι μὲν ἀλλήλων ὅσον ἂν ὁλκὰς πλοῦν ἐπὶ τρίτον ἦμαρ ἀνύσῃ, ὅμως δὲ ἄμφω συνιᾶσιν ἐναντίαι καθ' ὁμοιότητά τινα καὶ αὐταὶ τῶν Πλαγκτῶν πετρῶν· ὡς ἐκ τούτου οἱονεὶ διθάλασσον τοῖς ἑκατέρωθεν πλέουσι δοκεῖν τὸν Εὔξεινον, κολουομένης ὡς ἔν τινι διατειχίσματι ταῖς δυσὶ ταύταις μακραῖς κολώναις τῆς ὁράσεως· ὥστε καὶ τοὺς ἐκ τῶν ἑῴων πρὸς τὰ ἑσπέρια πλέοντας καὶ τοὺς ἐκ τῆς ἑσπέρας ἐπὶ τὰ ἑῷα δοκεῖν εἰς αὐτὰς συντελεῖσθαι τὴν θάλασσαν, οἷα μὴ διϊκνουμένης τῆς ὁράσεως αὐτοῖς ὑπερέκεινα, ὁπηνίκα δὲ περὶ τὸ μέσον τῶν ἀκρωτηρίων γένοιντο οὗτοί τε καὶ ἐκεῖνοι, τότε δὴ τὴν λοιπὴν αὐτοῖς διαφαίνεσθαι θάλασσαν, ὥσπερ ἑτέραν δευτέραν ὑπανοιχθεῖσαν, μὴ βλεπομένην προτοῦ. Διὰ γὰρ τὴν τῶν ἀκρωτηρίων τοιαύτην ἀντίθεσιν διαιρεῖσθαί πως ὁ Εὔξεινος τοῖς πόρρωθεν βλέπουσιν εἰς πελάγη δύο δοκεῖ, τῷ ἑκατέρωθεν γινομένῳ σφιγγόμενος πορθμῷ, καὶ τούτῳ τῷ τρόπῳ φαίνεται διδύμη θάλασσα, καθά που λέγει ὁ Σοφοκλῆς. Καὶ ταῦτα μὲν οὕτως. Οἱ δὲ παλαιοὶ περὶ τούτων οὕτως φράζουσιν ἐπιτομώτερον καὶ γοργότερον· «Ὁ Ἑλλήσποντος ἐκδίδωσι πρὸς ἄρκτον εἰς τὴν Προποντίδα, ἡ δὲ εἰς τὸν Εὔξεινον, ὃς διθάλασσός ἐστι τρόπον τινά· κατὰ μέσον γὰρ ἄκραι δύο προπίπτουσι, διέχουσαι ἀλλήλων περὶ δισχιλίους πεντακοσίους σταδίους, καὶ συνάγουσι τὸν μεταξὺ πόρον, καὶ ποιοῦσι δύο πελάγη μεγάλα.»