Ancient Greek
Section 163
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 163
Not analysed yet
Ὅτι πρὸς βορρᾶν Εὐξείνου ἡ Μαιῶτις λίμνη, καὶ ὅτι Σκύθαι αὐτὴν ἀμφινέμονται καὶ εἰς αὐτὴν τερματοῦνται. Φησὶν οὖν ὁ Ἡρόδοτος «Τάναϊν διαβάντι οὐκέτι Σκυθίη.» Ἔθνος δὲ καὶ οἱ Μαιῶται Σκυθικὸν, πολυανθρωπότατόν τε καὶ ἄλκιμον, ἄνδρες γεωργοὶ καὶ πολεμισταί. Τὴν δὲ τοιαύτην Μαιῶτιν μητέρα τοῦ Πόντου καλοῦσιν· ὅθεν καὶ τούτου τινές φασι λαχεῖν αὐτὴν τοῦ ὀνόματος· μαῖα γὰρ ἡ τροφός. Διὸ καὶ ὁ Περιηγητής φησιν «ἐξ αὐτῆς Πόντου τὸ μυρίον ἕλκεται ὕδωρ, ὀρθὸν Κιμμερίου διὰ Βοσπόρου, παρ' ᾧ πολλοὶ Κιμμέριοι ναίουσιν ὑπὸ ψυχρῷ ποδὶ Ταύρου.» Φασὶ δέ τινες καὶ μὴ πολὺ ἐλάττονα εἶναι τοῦ Πόντου τὴν αὐτοῦ μητέρα ταύτην τὴν Μαιώτιδα. Ἰστέον δὲ ὅτι καὶ Μαιῶτις λέγεται διὰ τοῦ ω παρὰ τοῖς παλαιοῖς, ὡς ἀπὸ τοῦ μαιῶ, μαιώσω, καὶ Μαιῆτις διὰ τοῦ η, ὡς ἀπὸ τοῦ μαῖα. Ταῦρον δὲ λέγει ὄρος ἄλλο παρὰ τὸν μετὰ ταῦτα ῥηθησόμενον ἑῷον Ταῦρον, ἢ βόρειόν τι τμῆμα ἐκείνου τοῦ Ταύρου, ὑφ' ᾧ κεῖνται οἱ Κιμμέριοι, τὸ Σκυθικὸν ἔθνος. Ἔνθα καὶ ἡ Ταυρικὴ χερρόνησος, μεγάλη οὖσα, καὶ ὥς φασί τινες τῇ Πελοποννήσῳ ἐοικυῖα καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος, παρακειμένη δυσμικὴ τῷ στόματι τῆς Μαιώτιδος. Οἱ δὲ ἐνταῦθα Σκύθαι Ταυροσκύθαι λέγονται ἀπὸ τοῦ ἐκεῖ Ταύρου ὄρους, ὅπερ οἶδε καὶ Ἡρόδοτος, ἱστορῶν καὶ αὐτὸς ὄρη Ταυρικὰ, Σκυθικά. Περὶ δὲ Κιμμερίων ζήτει ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ ὑπὸ ψυχρῷ ποδὶ Ταύρου ἔχει τι ἀστεῖον καὶ αἰνιγματῶδες κατὰ τὴν ὁμωνυμίαν τῶν λέξεων.