Ancient Greek
Section 170
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 170
Not analysed yet
Ὅτι τὸ τῆς περιηγήσεως ἐνταῦθα χρήσιμον ἐκτιθέμενος λέγει· «Ἐρῶ σοι τὸ τῆς γῆς ἁπάσης εἶδος, ὄφρα καὶ οὐκ ἐσιδὼν ἔχοις εὔφραστον ὁπωπὴν (ἤγουν θεωρίαν), ἐκ δὲ τοῦδε γεραρός τε καὶ αἰδοιέστερος εἴης, τοῖς ἀγνοοῦσι τάδε πάντα περιηγούμενος»· ὡς εἶναι τὸ τῆς περιηγήσεως τέλος τὴν τοῦ μαθητοῦ γνῶσιν, εἶτα καὶ τὴν πρὸς ἄλλους ἀγνοοῦντας ἀπ' αὐτοῦ διδασκαλίαν, τούτων δὲ τέλος αὖθις τὴν ἐκ τῶν διδασκομένων τιμήν.