Ancient Greek
Section 179
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 179
Not analysed yet
Ὅτι περὶ τὴν Ἀραβίαν ἡ γῆ τῶν ἑτέρων κελαινῶν Αἰθιόπων, ἤγουν τῶν ἀνατολικωτέρων, ἀντιδιαστελλομένων τοῖς ἑσπερίοις Αἰθίοψι. Καὶ γὰρ καθ' Ὅμηρον οἱ μὲν δυσομένου Ὑπερίονός εἰσιν, οἱ δὲ ἀνιόντος· ὡς ἐν τοῖς εἰς τὸ αʹ τῆς Ὀδυσσείας γέγραπται.