Ancient Greek
Section 180
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 180
Not analysed yet
Ὅτι ἄγχι τῶν ἑῴων Αἰθιόπων οἱ Ἐρεμβοὶ, οἳ κατὰ σαφεστέραν μετάληψιν (ἤγουν μεθερμήνευσιν) λέγονται καὶ Τρωγλοδύται, οὕτω καλούμενοι διὰ τὸ ὑπὸ τὴν ἔραν βαίνειν καὶ τρώγλας ὑποδεδυκέναι· λέγονται καὶ Σαρακηνοὶ οἱ αὐτοί. Τούτων τῶν Ἐρεμβῶν ἡ γῆ παραδαλέῃ ὁμοία ἐστὶ, τουτέστι δορᾷ παρδάλεως, ὡς διψηρὰ, φησὶν, οὖσα καὶ αὐχμήεσσα, καὶ ὧδε καὶ ὧδε κυανέαις κατάστικτος φολίδεσσιν καὶ οὕτω ποικίλη κατὰ παρδαλῆν. Διάφορος γὰρ ἀληθῶς ἡ τοιαύτη γῆ τοῖς χρώμασι διὰ τὴν τοῦ ἡλίου ἔκκαυσιν. Εἰσὶ δὲ Τρωγλοδύται καὶ ἐν Εὐρώπῃ περί που τὴν Τριβαλλῶν γῆν καὶ περὶ Καύκασον δὲ τὸν βόρειον ὁμοίως· οὗτοι δὲ διὰ τὴν ἄγαν ψυχρότητα δύονται ὑπὸ γῆν. Καὶ οἱ Παρνάσιοι δὲ αὐτόχθονες τοιοῦτοί τινές εἰσι. Περὶ δὲ Τρωγλοδυτῶν καὶ Ἐρεμβῶν γέγραπται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ὅτι δὲ οἱ παρὰ τῷ Διονυσίῳ Ἐρεμβοὶ καὶ Τρωγλοδύται λέγονται, δηλοῖ καὶ ὁ εἰπὼν ῥήτωρ· «Τρωγλοδύται, μοῖρα Αἰθιοπικὴ, νομαδικὴ καὶ Ἀράβων ὅμορος. Λέγονται δὲ καὶ ὀξύτητα δρόμου εὐτυχεῖν καὶ ἀπὸ σφενδόνης ἀκροβολίζεσθαι ἄριστα.» Ὁ δ' αὐτὸς καὶ ἐτυμολογῶν τὴν τοῦ ἔθνους κλῆσίν φησιν ὅτι ὅτε τοὺς ἀνθισταμένους διαδιδράσκουσιν, ἐπτερωμένοι τῇ ποδωκείᾳ εἰς ὀπάς τινας βραχυστόμους καὶ χηραμοὺς κρυφίους πετρῶν καταδύονται. Ἡρόδοτος δὲ καὶ τοὺς Τρωγλοδύτας Αἰθίοπας εἶναι ἱστορῶν φησιν ὅτι «οἱ Τρωγλοδύται Αἰθίοπες τάχιστοι ἀνθρώπων εἰσὶ πάντων, σιτοῦνται δὲ καὶ ὄφεις καὶ σαύρας. Τῇ δὲ διαλέκτῳ τετρίγασι, καθάπερ αἱ νυκτερίδες.»