Ancient Greek
Section 185
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 185
Not analysed yet
Ὅτι περὶ τὴν ἄκραν γλωχῖνα, ὃ ἔστι γωνίαν, τοῦ ῥηθέντος Λιβυκοῦ τραπεζίου σχήματος, ἀγχοῦ τῶν Στηλῶν οἰκοῦσιν οἱ Μαυρούσιοι, οὓς καὶ Μαύρους οἱ Ῥωμαῖοι ἔλεγον. Εὐδαίμονα δὲ γῆν ἔχουσιν οὗτοι καὶ μεγαλόδενδρον καὶ πολύδενδρον, ἐξ ὧν καὶ μέγισται μονόξυλοι τράπεζαι. Καίτοι δὲ νομαδικῶς ζῶντες οἱ Μαυρούσιοι καλλωπίζεσθαι ἱστόρηνται κόμης τε ἐμπλοκῇ καὶ χρυσοφορίᾳ καὶ σμήξει ὀδόντων καὶ ὀνυχισμῷ. Ἐπὶ δὲ τοῖς Μαυρουσίοις, φησὶ, τὰ τῶν νομάδων παραπέπταται ἄσπετα φῦλα, οὕς φησιν Ἡρόδοτος Ἡλίῳ καὶ Σελήνῃ θύειν μόνοις ἐκ τῶν ἄλλων θεῶν. Καὶ ὅρα ὅτι καὶ ἐνταῦθα νομαδικά εἰσιν ἔθνη νότια, καθὰ καὶ ἀρκτῶα ἐν Σκύθαις, οὓς καὶ διὰ τὸ νομαδικὸν καὶ οὕτω βοσκηματῶδες βόσκεσθαί φησι σὺν παισὶν ἀνὰ ἤπειρόν τε καὶ ὕλας πλανωμένους καὶ θήραν βίου ζητοῦντας κακήν. Οὐ γὰρ ἔμαθον, φησὶ, γῆς τομὴν δι' ἀρότρου, οὐδὲ βοῶν αὐτοῖς ἀκούεται αὐλιζομένων μυκηθμὸς, οὐδὲ τερπνὸς ὁλκὸς ἁμάξης, ἀλλ' οἷα θῆρες ἀνὰ τὰς ὕλας βουκολοῦνται, νήϊδες ἀσταχύων καὶ ἀπευθέες ἀμήτοιο. Καὶ ὅρα τὸ βουκολοῦνται, ληφθὲν εἰς ἐτυμολογικὴν ἀνάπτυξιν τῆς κλήσεως τῶν νομάδων, καθὰ καὶ τὸ βόσκεσθαι. Νομάδες γὰρ πάντως ἀπὸ τοῦ νέμεσθαι, τὸ δὲ νέμεσθαι καὶ τὸ βουκολεῖσθαι καὶ τὸ βόσκεσθαι ταὐτόν τι σημαίνουσιν. Ἔστι δὲ τὸ μὲν νήϊδες ἀνεπιστήμονες παρὰ τὸ νη στερητικὸν καὶ τὸ εἰδέναι, τὸ δὲ ἀπευθέες ἀντὶ τοῦ ἀμαθεῖς, μὴ ἀκούσαντες. Ὅμηρος δὲ ἐπὶ τοῦ μὴ ἀκουσθέντος τὴν λέξιν τίθησιν, ἐν οἷς ἀπευθέα λέγει τὸν ἀνήκουστον καὶ ἄγνωστον ὄλεθρον. Τερπνὸν δὲ τὸν τῆς ἁμάξης λέγει ὁλκὸν, ὡς τὴν γεωργίαν καὶ τὸν ἥμερον βίον ἀποδεχόμενος· ἄλλως γὰρ δύσηχος καὶ οὐχ ἡδὺς ὁ τῆς ἁμάξης ὁλκός.