Ancient Greek
Section 209
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 209
Not analysed yet
Ὅτι οἱ Νασαμῶνες, τὸ Λιβυκὸν ἔθνος, ἔκ τινος βασιλεύσαντος τὴν ὁμωνυμίαν ἔσχον, ὃς Νασάμων βαρυτόνως ἐλέγετο, εἰ καὶ τὸ ἐθνικὸν τὸ ἀπ' αὐτοῦ ὀξύνεται, πρὸς ἀντιδιαστολὴν ἴσως τοῦ κυρίου ὀνόματος. Τούτους, φησὶ, Διὸς οὐκ ἀλέγοντας ἀπώλεσεν Αὐσονὶς αἰχμὴ, ἀδίκων χειρῶν κατάραντες. Ἀνεῖλον γὰρ δόλῳ Λέντουλον στρατηγόν τινα Ῥωμαίων, ἐκεῖ ἀφιγμένον. Διὸ καὶ ἠνδραποδίσθησαν ὑπὸ Ῥωμαίων. Οἱ δέ φασιν αὐτοὺς καταπολεμηθῆναι, ὅτε ὁ λεγόμενος ἐμφύλιος ἀνῆπτο πόλεμος, συναγωνιζομένους τῷ Κάτωνι κατὰ τοῦ Καίσαρος. Τὸν δὲ Νασάμωνα, οὗ τὸ ἔθνος ἐπώνυμον, Γαράμαντός τινος γενεαλογοῦσι, τοῦ καὶ Ἀμφιθέμιδος λεγομένου, ἀφ' οὗ καὶ τὸ Λιβυκὸν ἔθνος οἱ Γαράμαντες ἐκλήθησαν. Οἱ δὲ Νασαμῶνες ὅτε ἀποδημοῦσι, πτερὰ ἐπὶ ταῖς κεφαλαῖς ὀρθὰ ἔχουσιν, ὡς ὁ Δίων φησίν. Ἄλλοι δὲ καὶ πολυγύναικας τούτους ἱστοροῦσι, καὶ τὴν μῖξιν τῶν γυναικῶν ποιουμένους ἐπίκοινον. Μαντεύονται δὲ, φασὶν, ἀπὸ ἐνυπνίων, ἃ βλέπουσι φοιτῶντες εἰς τὰ τῶν προγόνων μνήματα. Τιμῶσι δὲ τοὺς ἐν αὐτοῖς δικαιοτάτους εἰς τοσοῦτον, ὥστε καὶ τεθνεῶτας ὀμνύουσιν αὐτοὺς τῶν τύμβων ἁπτόμενοι. Καθημένους δὲ, φασὶ, θάπτουσι τοὺς νεκρούς. Ἐσθίουσι δὲ ἀττελάβους, πρὸς ἥλιον ξηράναντες· εἶδος δὲ ἀκρίδος ὁ ἀττέλαβος.