Ancient Greek
Section 211
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 211
Not analysed yet
Ὅτι μεσήπειροι κατὰ Λιβύην οἱ Ἀσβύσται τὸ ἔθνος, ἔνθα καὶ τὸ ὑμνούμενον Ἄμμωνος τοῦ Λιβυκοῦ θεοῦ τέμενος ψαμάθῳ ὑπὸ πολλῇ. Καὶ τούτου τοῦ τόπου τὸ ἐθνικὸν Ἀμμώνιοι, παρ' οἷς λέγεται ἡ τοῦ ἡλίου εἶναι κρήνη, ἥτις ἐν ἑκάστῳ νυχθημέρῳ πολλὰς δέχεται τροπὰς, ὡς Ἡρόδοτος ἱστορεῖ, κατὰ τὸ ψύχεσθαι καὶ θερμαίνεσθαι περιοδικῶς. Ἱστορεῖται δὲ τὰς μαντείας διὰ συμβόλων ἐν Ἄμμωνος γίνεσθαι, ἤτοι διὰ σχημάτων τινῶν καὶ κατανεύσεων καὶ ἀνανεύσεων. Τὸ δὲ ψαμάθῳ ὑπὸ πολλῇ ἐτυμολογίας ἐστὶν ἀφορμὴ, ὡς παρὰ τὴν ἄμμον ἐτυμολογουμένου τοῦ Ἄμμωνος, ἣν πάνυ πολλὴν ὁ νότος τοῖς ἐκεῖ ἐπιφορεῖ. Οἱ δέ φασι τὸν ἐκεῖ Δία Ἄμμωνα κληθῆναι ἀπό τινος ὁμωνύμου ποιμένος, προκατάρξαντος τῆς τοῦ ἱεροῦ ἱδρύσεως. Εἴρηται δέ τι περὶ Ἄμμωνος καὶ ἐν τοῖς τοῦ Πινδάρου. Ἡρόδοτος δὲ, ταὐτὸν οἰόμενος εἰπεῖν Ἄμμωνα καὶ Δία, λέγει ὅτι κριοπρόσωπον τὸ τοῦ Διὸς ἦν αὐτόθι ἄγαλμα, ἐξ οὗ καὶ τὸ ἔθνος Ἀμμώνιοι. Ἀμοῦν γὰρ Αἰγύπτιοι τὸν Δία καλοῦσι. Τῶν τις δὲ μεγάλων φιλοσόφων ἀμοῦν καὶ πατέρα εἰπεῖν ταὐτὸν εἶναι ἱστορεῖ. Τὸ δὲ μαντεῖον λέγουσι Θηβαίαν γυναῖκα συστήσασθαι, ἱέρειαν τοῦ Θηβαίου Διός. Ἱστόρηται δὲ καὶ ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν ἀκούσας Περσέα καὶ Ἡρακλέα εἰς Ἄμμωνος ἀναβῆναι ἐφιλοδόξησεν ἀνελθεῖν καὶ αὐτὸς, καὶ ἐποίησεν οὕτω, κοράκων προηγησαμένων αὐτῷ εὐτυχῶς τῆς ὁδοῦ, καίτοι ἄλλως ἠφανισμένης τὰ σημεῖα τῇ ἐπιχύσει τῆς ἄμμου· ὅτε, φασὶ, καὶ ὁ τοῦ Ἄμμωνος ἱερεὺς ἀντὶ τοῦ εἰπεῖν παιδίον παιδίος καλέσας βαρβαρικῶς τὸν Ἀλέξανδρον, ἔδοξεν, ὡς ἐν χρησμοῦ λοξότητι, ὦ παῖ Διός αὐτὸν προσειπεῖν, οὕτω τῶν ἐπιτρίπτων κολάκων ἐκλαβομένων τὸ βάρβαρον τῆς φωνῆς.