Ancient Greek
Section 218
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 218
Not analysed yet
Ὅτι ἐν μυχοῖς τῆς Λιβύης ἠπείρου πρὸς νότον βόσκονται πανύστατοι Αἰθίοπες, αὐτῷ ἐπ' ὠκεανῷ, ἔνθα τέμπεα, τουτέστι δάση καὶ ἕλη, πυμάτης Κέρνης· Ταύτην δὲ τὴν Κέρνην οἱ μὲν νῆσόν φασιν ἐν τῷ ὠκεανῷ, οἱ δὲ τοῦτο οὐ δέχονται. Καὶ ἡ θέσις δὲ αὐτῆς διαφωνεῖται. Οἱ μὲν γὰρ ἀνατολικὴν αὐτὴν ὑποτίθενται, ὡς καὶ ὁ Λυκόφρων ἐμφαίνει, οἱ δὲ δυτικήν. Διονύσιος δὲ καὶ ἄλλοι νοτίαν, ὃς τέμπεα Κέρνης εἰπὼν καὶ λιμνάδα αὐτὴν παραδηλοῖ. Ἑλώδη γὰρ τὰ τέμπεα, ὡς καὶ τὰ Θετταλικὰ Τέμπεα δηλοῖ, δμοίως δὲ καὶ τὰ Μηδικά. Ὁ δὲ Γεωγράφος παραδηλῶν ψεύδεσθαι τοὺς λέγοντας τὴν Κέρνην σώζεσθαι οὕτω φησί· «Κέρνην Ἐρατοσθένης ὀνομάζει καὶ ἄλλους τόπους τοὺς μηδαμοῦ γινωσκομένους.» Ὁ δὲ Λυκόφρων καὶ δυτικήν τινα Κέρνην παραδηλοῖ ὑπὲρ Τυρσηνίαν, ἔνθα Κερνεᾶτιν ἱστορεῖ νῆσον, δοκοῦσαν ἀπὸ Κέρνης παρονομάζεσθαι. Τῶν δὲ Αἰθιόπων Ἡρόδοτος τοὺς μακροβίους ἱστορεῖ μεγίστους καὶ καλλίστους εἶναι πάντων ἀνθρώπων, σιτεῖσθαι δὲ κρέα ἑφθὰ καὶ πίνειν γάλα, καὶ ζῆν ἔτη εἴκοσι καὶ ἑκατόν· τινὲς δὲ, φασὶν, ὑπερβάλλουσι καὶ ταῦτα. Σπανιώτατος δὲ ἐν αὐτοῖς καὶ τιμιώτατος ὁ χαλκός· πολὺς δὲ ὁ χρυσὸς, καὶ οἱ δεσμῶται παρ' αὐτοῖς χρυσέαις πέδαις δέδενται. Φέρει δὲ, φησὶν, αὐτοῖς ἡ χώρα καὶ ἐλέφαντας ἀμφιλαφεῖς καὶ ἔβενον. Εἰσὶ δὲ κατ' αὐτὸν καὶ ἄλλοι Αἰθίοπες, οὐκ εἰς τὰ ἔσχατα τῆς γῆς, ἀλλὰ πρὸς τῇ Αἰγύπτῳ, οὓς Καμβύσης κατεστρέψατο, δι' οὓς καὶ Αἰθιοπία ἐκλήθη ποτὲ ἡ Αἴγυπτος, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται.