Ancient Greek
Section 220
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 220
Not analysed yet
Ὅτι Βλεμμύων κολώνας, ἤγουν ἐξοχὰς, λέγει τοὺς δύο καταρράκτας, ἤτοι καταδούπους καὶ κρημνοὺς, δι' ὧν πιοτάτου κατέρχεται, φησὶν, ὕδατα Νείλου, τουτέστι τοῦ πιαίνοντος τὴν ἐκεῖ γῆν. Αἰθιόπων δὲ ὑπακούουσιν οἱ Βλέμμυες, οὕτω καλούμενοι ἀπὸ Βλέμμυός τινος, ὃς ὑποστρατηγῶν τῷ βασιλεῖ Δηριάδῃ κατὰ Διονύσου συνεπολέμησε. Καί εἰσι καὶ οἱ Βλέμμυες ἔθνος Αἰθιοπικόν· διὸ καὶ αἰθαλέους αὐτοὺς καλεῖ ὁ Διονύσιος, ἐκ τοῦ αἴθω, ἐξ οὗ καὶ οἱ Αἰθίοπες. Λέγει δὲ καὶ ἐγγὺς τῆς Κέρνης εἶναι αὐτοὺς, περὶ ἧς ἀνωτέρω εἴρηται. Καταρράκται δὲ ἐν τῷ καθόλου λέγονται οἱ πετρώδεις τόποι, οὓς ἐν τῷ καθ' ὁδὸν βαίνειν οἱ ποταμοὶ ἀναχαιτίζοντας τὸν ῥοῦν εὑρόντες ὑπερβαίνουσι, πολὺ συναγαγόντες τὸ ῥεῦμα καὶ τῇ πλημμύρᾳ καταρράσσοντες, ἤτοι ἄνωθεν βιαίως κατιόντες· ἐξ οὗ καὶ οὐρανοῦ καταρράκτας φαμέν. Καί τι ὄρνεον ἀετῶδες καταρράκτης καλεῖται, ὡς ἄνωθεν καταρράσσον ἐν τῷ θηρεύειν τὰ ὄρνεα.