Ancient Greek
Section 229
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 229
Not analysed yet
Ὅτι τὸν Νεῖλον καὶ πάνυ πολλὴν ἰλὺν λέγει βάλλειν, ὡς καὶ ἀνωτέρω γέγραπται, καὶ ὄλβου χθονὸς εἶναι αὐξητικόν. Λέγει δὲ αὐτὸν καὶ τῆς Ἀσίας τὴν Λιβύην ἀποτέμνεσθαι, ἀφιέντα κεῖσθαι ἐς λίβα μὲν τὴν Λιβύην, ἐς δ' αὐγὰς τὴν Ἀσίαν. Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἑξῆς δέ που τὴν Ἀσίαν Ἀσίδα φησὶ, κατὰ παρωνυμίαν, οὐ μὴν κατὰ ὑποκορισμόν. Οὐ γὰρ εἰκὸς ὑποκορίσαι αὐτὸν τὴν τοσαύτην ἤπειρον. Οὕτω δὲ καὶ αἱ Ἀμαζόνες παρωνύμως λέγονται Ἀμαζονίδες, καὶ παρὰ Εὐριπίδη Μαιὰς ἡ τοῦ Ἑρμοῦ μήτηρ Μαῖα, καὶ τὴν Τυρρηνὴν δὲ θάλασσαν οὕτω Τυρρηνίδα εἶπεν ὁ Διονύσιος.