Ancient Greek
Section 226
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 226
Not analysed yet
Ὅτι ἑπτὰ διὰ στομάτων ἑλισσόμενος ὁ Νεῖλος εἰς ἅλα βάλλει, ὕδατι πιαίνων λιπαρὸν πέδον Αἰγύπτου. Διὸ καὶ πιότατον αὐτὸν φθάσας ὠνόμασεν. Ὁ δὲ Γεωγράφος λέγει δίχα τῶν ἑπτὰ τούτων στομάτων καὶ ἄλλα εἶναι ἄσημα ψευδοστόματα. Ἡρόδοτος δὲ πεντάστομον εἶναι λέγει τὸν Νεῖλον, δηλαδὴ κατὰ τὰ φυσικὰ στόματα, ὡς δύο τινῶν ὀρυκτῶν ὄντων. Φησὶ γὰρ ὅτι ὁ Νεῖλος ἀπὸ τῶν καταδούπων ἀρξάμενος ῥέει μέσην Αἴγυπτον σχίζων εἰς θάλασσαν, σχιζομένου δὲ εἰς τρία, τὸ μὲν ἑῷον σχίσμα ποιεῖ τὸ Πηλούσιον στόμα, τὸ δὲ ἑσπέριον Κανωβικὸν καλεῖται, τὸ δὲ μέσον Σεβεννυτικὸν, ἐξ οὗ ἀποσχίζονται τὸ Σαϊτικὸν καὶ τὸ Μενδήσιον. Καὶ οὕτω πέντε συναγαγὼν τὰ γνήσια στόματα, τὸ λοιπὰ δύο, τὸ Βολβίτινον καὶ τὸ Βουκολικὸν, οὐκ ἰθαγενῆ λέγει στόματα εἶναι, ἀλλὰ ὀρυκτά. Καὶ ταῦτα μὲν οὕτως. Εἰς τοσοῦτον δὲ κλύζεται ὕδασιν ἡ Αἴγυπτος, ὥστε καὶ ποταμία νῆσος πρός τινων λέγεται. Ἰστέον δὲ ὅτι Ἡρόδοτος μὲν λέγει τοῦ Νείλου τὰς πηγὰς μὴ γινώσκεσθαι· διὸ οὐδὲ αὐτὸς ἔχει φράσαι τούτου τὰς πηγάς· «δοκῶ δὲ, φησὶν, οὐδὲ οὐδεὶς Ἑλλήνων»· ἕτεροι δέ φασι τὸν Νεῖλον ἐκ τῶν τῆς σελήνης ἤτοι ἐκ τῶν Σεληναίων ὀρῶν ἄρχεσθαι καὶ ἀπὸ τῆς κινναμωμοφόρου γῆς ἐκ τῶν Αἰθιοπικῶν τερμόνων, καὶ διεξιέναι πᾶσαν ἐπ' εὐθεῖαν τὴν Αἴγυπτον κάμψαντα, καὶ ἀπὸ τοῦ μικροῦ καταρράκτου ὑπὲρ Συήνης καὶ Ἐλεφαντίνης πόλεως ἀρξάμενον τῆς καμπῆς, ἐμβάλλειν τε εἰς αὐτὸν ἀπὸ τῆς ἕω δύο ποταμοὺς περιλαμβάνοντας νῆσον εὐμεγέθη καὶ ὀνομαστὴν, τὴν Μερόην, ὧν ὁ μὲν Ἀσταβόρας, ὁ δὲ Ἀστάπους καλεῖται. Καίτοι γε ὁ Ἡρόδοτος φύσει μέγαν καὶ αὐτάρκη ἑαυτῷ τὸν Νεῖλον εἶναι βούλεται, λέγων ὅτι οὔτε κρήνη οὔτε ποταμός τις εἰς αὐτὸν ἐσδίδωσιν. Ὁ δὲ ῥηθεὶς μικρὸς καταρράκτης ὀρύς ἐστι, φασὶ, πετρώδης, ἐπίπεδος ἄνω, τουτέστι πλατεῖα. Δέχεται δὲ τὸν ποταμὸν τελευτῶντα εἴς τινα κρημνὸν, καθ' οὗ τὸ ὕδωρ καταρρήγνυται. Πληροῦσθαι δὲ ὑπὸ θερινῶν ὄμβρων τὸν Νεῖλόν φασι, καὶ ὑποκαταβαίνειν μετὰ τεσσαράκοντα ἡμέρας, δι' ὅσων καὶ ηὔξηται. Πελαγίζειν δὲ τὴν Αἴγυπτον ἐν τῇ ἀναβάσει αὐτοῦ, ὥστε τὰς ἐπὶ λόφων ἢ χωμάτων οἰκήσεις νησίζειν οἷον τοῖς πόρρωθεν βλέπουσιν. Ἱστορεῖται δὲ καὶ ὅτι ἀπὸ θερινῆς τροπῆς ὁ Νεῖλος ἀρξάμενος πληθύνει, τουτέστι πλημμύρει ἐπὶ ἡμέρας ἑκατόν· εἶτα ἐκλιπὼν τὸ ῥεῖθρον καὶ ὀπίσω ἀπελθὼν διατελεῖ βραχὺς τὸν ὅλον χειμῶνα· καὶ ὅτι λίθος ἐν τῷ Νείλῳ γεννᾶται κυάμῳ παρόμοιος, ὃν ἐὰν ἴδωσι κύνες οὐχ ὑλακτοῦσι. Τροφιμώτατον δέ φασι τὸ τοῦ Νείλου ὕδωρ εἶναι, διὰ τὴν ἐκεῖ τῶν ἡλίων μετρίαν ἕψησιν, καὶ μεγαλοφυῶν δὲ καὶ γόνιμον καὶ πολύγονον εἶναι. Διὸ καὶ τὰς γυναῖκας ἔσθ' ὅτε τετράδυμα τίκτειν, ἤδη δὲ καὶ κατὰ τὴν Ἀριστοτέλους ἱστορίαν ἑπτάδυμα.