Ancient Greek
Section 239
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 239
Not analysed yet
Ὅτι καὶ ταῦτα Αἰγύπτου ἐγκώμια κατὰ τὸν Διονύσιον, οὐκ ὀλίγης, φησὶν, ἔτυχε τιμῆς· οὐδὲ μὴν οὐδ' ὀλίγη μέγεθος πέλει, ἀλλ' ὑπὲρ τὰς ἄλλας εὔβοτος εὐλείμων τε καὶ ἀγλαὰ πάντα φέρουσα· ἄλλοι δὲ καὶ φυσικῶς ὠχυρῶσθαι ἱστοροῦντες αὐτήν φασι κατὰ γῆν τε δυσέμβολον εἶναι καὶ κατὰ τὰ πρὸς θάλασσαν ἀλίμενον, καὶ τὸ «δολιχὴν δὲ ὁδὸν καὶ ἀργαλέην» ὑπὸ τοῦ Ὁμήρου διὰ τὸ ἄξεινον τοῦ τόπου καὶ τὸ ἀλίμενον εἰρῆσθαι λέγουσιν. Ἐκλήθη δέ ποτε κατὰ τὴν ἱστορίαν ἡ τοιαύτη χώρα καὶ Ἀερία καὶ Ποταμία καὶ Αἰθιοπία διὰ τοὺς ἐκεῖ Αἰθίοπας, περὶ ὧν πολλοὶ τῶν παλαιῶν ἱστοροῦσι· ναὶ μὴν καὶ Ἀετία ἔκ τινος Ἰνδοῦ Ἀετοῦ καλουμένου, καὶ Ὠγυγία δὲ καὶ Μελάμβωλος καὶ Ἡφαιστία.