Ancient Greek
Section 242
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 242
Not analysed yet
Ὅτι τὸ τῆς ὅλης Αἰγύπτου σχῆμα τρισσαῖς ἐπὶ πλευραῖς βέβηκε. Τρίγωνος γάρ ἐστι, προσεοικυῖα τῷ δέλτα στοιχείῳ. Καὶ δὴ καὶ οὕτω καλεῖται Δέλτα τὸ κατ' Αἴγυπτον. Φασὶ γὰρ ἐν τῷ νοτίῳ τῆς Αἰγύπτου μέρει δύο εἶναι ὄρη, ὧν ἐν τῷ δεξιῷ ἀνατολικὴν κεῖσθαι τὴν προειρημένην Συήνην· οὕτω δὲ ἐγγὺς ἀλλήλων εἶναι ταῦτα τὰ ὄρη, ὡς μηδὲ ἑπταστάδιον εἶναι τὸ μέσον αὐτῶν· κἀκ τούτου τοῦ στενοῦ ἀρχομένην τὴν ἐκεῖσε γῆν πλατύνεσθαι πρὸς τὰ κατὰ θάλασσαν βόρεια ὡς δέλτα, ἤτοι τριγωνοειδῶς. Ἔστι δὲ τὸ ῥηθὲν ἐπταστάδιον τὸ ὀξὺ τοῦ Δέλτα, ἐξ οὗ ὁ Νεῖλος καταρρήγνυται, ὥς φησι καὶ Ἡρόδοτος· φασὶ δὲ καὶ ἐν τῷ μέσῳ τῆς Αἰγύπτου ἕτερον τρίγωνον ἐξ αὐτοῦ τοῦ Νείλου ἀποτελεῖσθαι σχῆμα, Δέλτα λεγόμενον καὶ αὐτό· οὗ ἡ μὲν βάσις μεταξὺ τοῦ Πηλουσίου καὶ τοῦ Ἡρακλείου στόματος τοῦ Νείλου, πλευραὶ δὲ ἡ δεξιὰ μὲν κατὰ Πηλούσιον, ἡ ἀριστερὰ δὲ κατὰ Κάνωβον καὶ Ἡράκλειον. Καλεῖται δὲ, φασὶ, Δέλτα καί τι χωρίον καὶ κώμη τις ἐπὶ τῇ τοῦ Δέλτα κορυφῇ. Σημείωσαι δὲ ὅτι ἔοικεν ἐκ τῶν ῥηθέντων τὸ δέλτα γράμμα τριγωνοειδῶς σχηματίζεσθαι παρὰ τοῖς παλαιοῖς, ὅθεν καὶ δέλτοι κυρίως μὲν οἱ τόμοι ὅσοι τριγωνοειδῶς ἐσχηματίζοντο ἐν τῷ πτύσσεσθαι, καθὰ καὶ νῦν ποιοῦσί τινες, ὕστερον δὲ ἁπλῶς αἱ βίβλοι δέλτοι λέγονται ἀπὸ τῆς παλαιᾶς χρήσεως· καθὰ καὶ πυξία, διὰ τὸ τοὺς παλαιοὺς ταῖς τῶν πύξων πινακίσι τὰ γράμματα ἐντυποῦν. Ἰστέον δὲ ὅτι ὁ Ξενοφῶν ἱστορεῖ καὶ τῆς Θρᾴκης τόπον εἶναί τινα Δέλτα καλούμενον.