Ancient Greek
Section 243
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 243
Not analysed yet
Ὅτι τοῦ κατ' Αἴγυπτον τριγώνου τὸ μὲν πλατὺ τὸ τῆς βάσεως πρὸς ἀκτὰς κεῖται βορεήτιδας, ὡς καὶ ἀνωτέρω γέγραπται, τὸ δὲ ὀξὺ ἐπὶ ἠῶ ἕλκεται μέχρι πολυκρήμνου Συήνης, ἐρυμνὸν ὄρεσιν ἀμφοτέροις, τοῖς καταρράκταις λεγομένοις, ὧν μέσα, ὡς προεγράφη, καλλιρρόου κατέρχεται ὕδατα Νείλου. Τὸ δὲ ἐπ' ἠῶ φασιν ἐνταῦθα οἱ παλαιοὶ μὴ δηλοῦν τὴν ἀνατολὴν, καλῶς λέγοντες. Νότιον γὰρ πάντως καὶ μεσημβρινὸν, οὐ μὴν ἀνατολικὸν τὸ τοῦ Δέλτα ὀξύ. Διὰ τοῦτο τοίνυν ἠῶ σωματικώτερον τὴν τοῦ Μέμνονος νοοῦσι μητέρα, τὴν Ἡμέραν τὴν θεὰν τὴν πρὸς τοῖς Αἰθίοψιν, εἰς οὓς καὶ ἡ τοῦ Δέλτα ὀξύτης ἀφορᾷ· ἧς Ἡμέρας ἐν ταῖς νοτίαις Θήβαις ἀνέστηκεν ἄγαλμα, ὡς ῥηθήσεται.