Ancient Greek
Section 251
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 251
Not analysed yet
Ὅτι ἡ κατ' Αἴγυπτον Ἑπτάπολις καὶ Ἀρκαδία, ὡς ἀπὸ τοῦ βασιλέως Ἀρκαδίου, ὕστερον ἐκλήθη, πρὸ δὲ τούτου καὶ Ἑπτάνομος ἢ Ἑπτανομία ὠνομάσθη. Καὶ τοῦτο μὲν ἐκαλεῖτο διὰ τὸ ἑπτὰ ἔχειν νομοὺς, ὁποίους τοὺς Λιβυκοὺς ἡ συνήθης φράσις εἶναι βούλεται, ὡς ἄν τις εἴποι ἐνορίας. Ἑπτάπολις δὲ ἐλέγετο ἀπὸ πόλεων παρακειμένων τῷ Νείλῳ, ἓξ μὲν ἐξ ἀριστερῶν, ἤγουν Μέμφεως, Διὸς πόλεως, Μεμνονίας, μικροῦ Καταρράκτου καὶ μεγάλου, καὶ Συήνης, μιᾶς δὲ ἐκ δεξιῶν, τῆς Βαβυλῶνος. Οἱ δὲ ἄλλως καταριθμοῦσι τὰς τοιαύτας ἑπτὰ πόλεις, τέσσαρας μὲν τῆς Θηβαΐδος, αἵ εἰσιν ἡ τοῦ Πανὸς, ἡ τοῦ Ἀντινόου, ἡ τῶν Λύκων καὶ ἡ Ἑρμοῦ πόλις, τρεῖς δὲ τῆς Ἀρκαδίας, τὴν Ἡρακλέους, τὴν Ὀξύρυγχον καὶ τὴν Μέμφιν.