Ancient Greek
Section 254
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 254.1
Not analysed yet
Ὅτι Αἰγύπτου πρὸς ζέφυρον οὐ πάνυ πόρρω τοῦ. Κανωβικοῦ Νειλῴου στόματος τὸ Μακηδόνιον πτολίεθρον, ὃ ἔστιν ἡ τοῦ Μακεδόνος Ἀλεξάνδρου ὁμώνυμος πόλις, ἐν ᾗ καὶ ἐτάφη, Πτολεμαίου κομίσαντος, τεθεὶς ἐν πυέλῳ χρυσῇ, ἣν συλήσας ὕστερον Κόκκης ὁ ἐπικληθεὶς παρείσακτος Πτολεμαῖος ἐν ὑαλίνῃ πυέλῳ τὸν νεκρὸν ἔθετο. Ἀριθμοῦνται δὲ ἐν ταῖς ἱστορίαις Ἀλεξάνδρειαι ὑπὲρ τὰς δεκαοκτώ. Τούτων μία καὶ αὕτη, πόλις Λίβυσσα ἤτοι Αἰγυπτία. Ταύτην δὲ καὶ ἄλλοις μὲν ὀνόμασι διαφόροις κληθῆναί φασί ποτε, ὀνομασθῆναι δὲ καὶ Λεοντόπολιν, διὰ τὸν τῆς Ὀλυμπιάδος καὶ τοῦτο Ἀλέξανδρον, ἧς ἡ γαστὴρ ἐσφραγίσθαι λέοντος εἰκόνι λέγεται. Λέγεται δὲ καὶ ὅτε τὴν ἀρχὴν ἡ πόλις ἐμελετᾶτο κτισθῆναι καὶ διεγράφετο, γῆν μὲν μὴ εἶναι πρόχειρον λευκὴν, ἧς χρεία ἦν τῇ διαγραφῇ κατὰ τὸ σύνηθες, ἀλφίτοις δὲ διαγραφῆναι αὐτὴν, καὶ ὄρνιθας καταπτάντας ἀφαρπάζειν τὰ ἄλφιτα· ὃ σύμβολον δόξαι τηνικαῦτα αἴσιον τοῖς περὶ τὸν Ἀλέξανδρον, ὅτι δηλαδὴ πολλῶν ἡ πόλις τροφὸς γενήσεται. Λέγεται δὲ καὶ πόλις ποτὲ κληθῆναι κατ' ἐξοχὴν, ὡς νῦν ἡ Κωνσταντίνου πόλις, καὶ ὡς αἱ Ἀθῆναί ποτε ἄστυ. Ἰστέον δὲ ὅτι τοῦ Μακεδών ἐκτείνας οὗτος τὴν παραλήγουσαν Μακηδών εἶπεν ἐν τῷ Μακηδόνιον πτολίεθρον, οὐκ ἔξω ἀναλογίας λέγων. Οὕτω γὰρ καὶ ἄλλα πολλὰ τῶν κυρίων εἰς δων ὀξυτόνων ὀνομάτων τῷ η παραλήγεται, ὡς καὶ ὁ Σαρπηδών. Ἦν δὲ καὶ ὁ Μακεδὼν ἡγεμών ποτε τῆς ὁμωνύμου χώρας, ἥτις καὶ Ἠμαθία πρότερον ἐκαλεῖτο. Ὅρα δὲ ὅτι παρέφρασε τὴν Ἀλεξάνδρειαν, οὐκ αὐτὸ τοῦτο εἰπὼν ὅπερ καλεῖται, ἀλλὰ Μακεδόνιον ὀνομάσας πτολίεθρον, ὡς ἂν εἰς μνήμην ἱστορίας ἀγάγῃ τὸν ἀκροατήν. Οὕτω καὶ τὸ Πηλούσιον κατωτέρω Πηλέως ὁμώνυμον πόλιν ἐρεῖ. Ἐκεῖνο δὲ καὶ τρόπον ἔχει ποιητικὸν ἄλλον, τὴν ἐτυμολογίαν συνήθη καὶ αὐτὴν οὖσαν τῷ Διονυσίῳ, οἷα ποιητῇ. Λέγει δὲ καὶ ὅτι περὶ Ἀλεξάνδρειαν Σινωπίτου Διὸς μέλαθρον χρυσῷ τιμήεντι κεκασμένον· ὃ καὶ ἐξαίρων τῷ λόγῳ φησίν· «οὐκ ἂν ἐκείνου ναὸν ἐν ἀνθρώποις θεώτερον ἄλλον ἴδοις, ὃ ἔστι θειότερον, οὐδὲ ἀφνειὰν πόλιν ἑτέραν.» Τῷ ὄντι γὰρ πλουσιωτάτη πόλις ἡ Ἀλεξάνδρεια, ὡς ἱστόρηται. Περὶ ἧς καὶ τοιάδε τινὰ λέγεται· Ἀλεξάνδρεια πόλις πολυάνθρωπος, ἧς ὁ λιμὴν ναυσὶ δυσπρόσιτος. Στενός τε γὰρ ἐπ' αὐτὸν εἴσπλους, καὶ πέτραις ὑφάλοις τὸν ἐπ' εὐθὺ διακόπτεται δρόμον, καὶ τὸ μὲν ἀριστερὸν αὐτοῦ πέφρακται χειροκμήτοις σκέλεσιν, ἐν δεξιᾷ δὲ νησὶς ἡ Φάρος πρόκειται, πυρσεύουσα τοῖς πλέουσι πρὸς τὴν δυσχέρειαν τοῦ κατάπλου. Περὶ δὲ τὴν νῆσον μέγιστα καταβέβληνται χειροποίητα τείχη, οἷς καὶ προσαρασσόμενα τὰ κύματα καὶ ἀμφαγνύμενα ἐκτραχύνουσι τὸν πόρον καὶ σφαλερὰν διὰ στενοῦ τὴν εἴσοδον ἀπεργάζονται. Ὁ μέντοι λιμὴν ἐντὸς ἀσφαλὴς, καὶ τριάκοντα σταδίους ἔνδον ἔχει τὸ μέγεθος. Ὁ δὲ Γεωγράφος περὶ Φάρου φησὶν οὕτως· «ἡ Φάρος νησίον περίμηκες προσεχέστατον τῇ ἠπείρῳ. Ἀπὸ δὲ τοῦ Κανωβικοῦ εἰς αὐτὴν στάδια ρνʹ.» Σινωπίτης δὲ Ζεὺς ἢ ὁ Μεμφίτης· Σινώπιον γὰρ ὄρος Μέμφιδος· ἢ ἀπὸ Σινώπης τῆς Ποντικῆς. Φέρεται γὰρ λόγος, ὅτι βασιλεῖ τῆς Ἀλεξανδρείας Πτολεμαίῳ τῷ Λάγου δαίμων τις ἐπιφανεὶς ἐκέλευσε πέμψαντα ναῦν κομίσαι αὐτὸν, μὴ προσδηλώσας καὶ τόπον ὅθεν αὐτὸν ἀνακομίσεται. Ὁ δὲ πέμπει φέρεσθαι τηνάλλως τὴν ναῦν ὅπη τύχῃ. Καὶ ὡς προσέβαλεν ἡ ναῦς τῇ Φωκίδι, λαβόντες χρησμὸν οἱ ἐμπλέοντες ἀπελθεῖν εἰς Σινώπην καὶ ἐνέγκαι τὸ προσταχθὲν, ἤνεγκαν ἐκεῖθεν τὸ τοῦ Σαράπιδος Διὸς ἄγαλμα. Κἀντεῦθεν Σινωπίτης Ζεὺς, ἤτοι Σάραπις, οὗ φασι τὸ ἄγαλμα τοῖς ὁρῶσιν ἄδηλον εἶναι οἵας φύσεως ἦν. Οἱ δὲ ἀπὸ Σίνωπος ποταμοῦ Σινωπίτην τοῦτον Δία παρήγαγον.