Ancient Greek
Section 259
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 259
Not analysed yet
Ὅτι σκοπιὰς τῆς Εἰδοθέας λέγει τὴν κατ' Ἀλεξάνδρειαν Φάρον, περὶ ἧς εἴρηται, ἢ τὸν Ἀντίφαρον, ὑψηλὸν ὄντα καὶ αὐτὸν, ὃς λέγεται τάφος Ὀσίριδος καὶ Εἰδοθέας τῆς τοῦ Πρωτέως, ὅστις Πρωτεὺς τῶν ξενοκτόνων παίδων ἐν τῇ Θρᾳκικῇ Παλλήνῃ ἀπαλλαγεὶς, ὡς ἱστορεῖ Λυκόφρων, ἀποκατέστη εἰς Φάρον μετὰ τῆς θυγατρὸς Εἰδοθέας, καὶ δαίμων ἐνομίσθη θαλάσσιος. Περὶ οὗ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται.