Ancient Greek
Section 267
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 267
Not analysed yet
Ὅτι ἡ Τριτωνὶς, εὐρεῖα λίμνη, μέση Λιβύης ἕλκεται· περὶ ἣν καί τι νησίδιον ἱστοροῦσιν εἶναι. Ἀπὸ ταύτης ὁ μῦθος τὴν Τριτογένειαν Ἀθηνᾶν παρωνομάσθαι βούλεται, ὡς γεννηθεῖσαν περὶ αὐτήν. Διὸ καὶ οἱ περὶ τὴν Τριτωνίδα λίμνην τῇ Ἀθηνᾷ μάλιστα θύουσιν, ὥς φησιν Ἡρόδοτος, ὃς καὶ ποταμὸν μέγαν Τρίτωνα καλούμενόν φησιν ἐκδιδόναι εἰς τὴν λίμνην ταύτην μεγάλην οὖσαν. Λέγει δὲ καὶ ὅτι ταύτης τῆς Τριτωνίδος λίμνης καὶ τοῦ Ποσειδῶνος θυγατέρα φασὶν οἱ ἐκεῖ τὴν Ἀθηνᾶν, καὶ ὅτι μεμφθεῖσα ἡ Ἀθηνᾶ τῷ πατρὶ Ποσειδῶνι ἐποιήθη εἰς θυγατέρα, τουτέστι θετὴ θυγάτηρ ἐγένετο τῷ Διί.