Ancient Greek
Section 265
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 265
Not analysed yet
Ὅτι παχυμερῶς ὁ Διονύσιος περιηγεῖσθαι ὁμολογεῖ, ἐν οἷς περὶ Λιβύης φησίν· «ἄλλοι δὲ πλεῖστοι τήνδε χθόνα ναιετάουσιν, οἱ μὲν ἐπ' ὠκεανῷ, οἱ δὲ ἀνὰ μέσας ἠπείρους, καὶ τὰ ἑξῆς. Τοῦτο δὲ ποιήσει καὶ ἐν τοῖς εἰσέπειτα πολλαχοῦ. Τὰ δὲ τοιαῦτα νοήματα καὶ σαφήνειαν ἐργάζονται διὰ τὴν συμπλήρωσιν τῶν ἐννοιῶν. Εἴρηται γὰρ ἐξ ἀρχῆς ὅτι πάνυ στοχαζόμενος σαφηνείας ὁ Διονύσιος πολλαῖς χρῆται καὶ συμπληρώσεσι καὶ προεκθέσεσι καὶ τοῖς ἄλλοις, δι' ὧν σαφὴς ὁ λόγος γίνεται.