Ancient Greek
Section 28
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 28
Not analysed yet
Ὅτι ὥσπερ ἡ γῆ μία οὖσα εἰς τρισσὰς ἠπείρους μερίζεται, οὕτω καὶ ὁ ὠκεανὸς εἷς ὢν πολλαῖς ἐπωνυμίαις ἥρμοσται· κύκλῳ γὰρ περιειληφὼς τὴν γῆν τετραχῶς τέμνεται ὁλοσχερῶς κατὰ τὰ τέσσαρα κέντρα τοῦ κόσμου. Καὶ ὁ μὲν πρὸς ζέφυρον ὠκεανὸς Ἄτλας ἑσπέριος λέγεται, ἤγουν ἑσπέριον πέλαγος καὶ Ἀτλαντικόν· ὁ δὲ πρὸς βορρᾶν πεπηγὼς λέγεται πόντος καὶ Κρόνιος καὶ νεκρὸς, ὡς μετ' ὀλίγα ῥηθήσεται· ὁ δὲ τῆς ἀνατολῆς ἠῷος καλεῖται καὶ Ἰνδικὸς, ὁ δὲ πρὸς νότον Ἐρυθραῖός τε ὀνομάζεται καὶ Αἰθιόπιος. Σημειωτέον δὲ ὅτι ἐν οἷς μέρος τι λέγει τοῦ ὠκεανοῦ, πόντον Κρόνιον καὶ αὖθις Ἰνδικὸν κῦμα θαλάσσης, καὶ ἐν τῷ «οἵ εἰσιν ἀπὸ νοτίας ἁλός», καὶ «σκιδνάμενος ἐκ Κρονίας ἁλός», οὐ ποταμὸν νοεῖ τὸν ὠκεανὸν κατὰ τοὺς πολλοὺς τῶν ποιητῶν· τὸ γὰρ πόντος καὶ τὸ κῦμα θαλάσσης καὶ τὸ ἃλς οὐδὲν προσήκουσι ποταμοῖς. Ἀκόλουθα οὖν ὁ Διονύσιος νοεῖ τοῖς σοφοῖς, οἳ ἔξω θάλασσαν καλοῦσι τὸν ὠκεανόν.