Ancient Greek
Section 29
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 29
Not analysed yet
Ὅτι ἐν οἷς παρὰ τῷ Διονυσίῳ ζέφυρος καλεῖται Λοκρὸς, καὶ αὖθις Λοκροὶ Ἐπιζεφύριοι, ἀντίδοσις γίνεται κλήσεων, τοῦ μὲν ἐθνικοῦ ὀνόματος διαβαίνοντος πρὸς τὸν ζέφυρον ἄνεμον, τοῦ δὲ ζεφύρου αὖ πάλιν ἐπιτιθεμένου τῷ τῶν Λοκρῶν ἔθνει. Λοκρὸς μὲν γὰρ διὰ τοὺς Λοκροὺς καλεῖται ὁ ζέφυρος, ὃ ἔστι Λοκρικός· καθάπερ καὶ Ἰσμαρικὸς ἐν τοῖς ἑξῆς ὁ βορρᾶς, ἀπὸ Ἰσμάρου πόλεως Θρᾳκικῆς, ἔνθα μάλιστα βορρᾶς καταρρήγνυται. Λοκροὶ δ' αὖθις Ἐπιζεφύριοι λέγονται, ὡς πρὸς ἀνέμῳ ζεφύρῳ κείμενοι, ὃς πνέει δι' αὐτῶν. Ὅτι δὲ καὶ ἄλλῳ λόγῳ Ἐπιζεφυρίους καλοῦσί τινες τοὺς τοιούτους Λοκροὺς, ἐν δέοντι τόπῳ ῥηθήσεται.