Ancient Greek
Section 284
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 284
Not analysed yet
Ὅτι Βρεττανοί διὰ δύο ττ ὡς ἐπιπολύ· ἐνταῦθα δὲ ἐν τῷ «ἔνθα Βρετανοί», τοῦ μέτρου ἐπιτάξαντος ἀπεχώρισε τὸ ἓν τ· οὕτω καὶ Σαρματῶν τινῶν λεγομένων μετὰ τοῦ ρ, ὅμως ἐν τοῖς ἑξῆς, ἐν τῷ «Γερμανοὶ Σαμάται τε,» ἡ τοῦ μέτρου βία ἐξώθησε τὸ ρ· Σαρμάται γὰρ εἰπεῖν ἔδει καὶ οὐ Σαμάται. Τῶν δὲ Βρεττανῶν τούτων παρώνυμοι αἱ ἀντιπέραν Βρεττανίδες νῆσοι, περὶ ὧν ῥηθήσεται.